Τρωσὶ συμμαχήσῃ, καὶ συμβαλὼν πολλοὺς τῶν Ἑλλήνων ἀπέ- κτεινεν. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς Ὀδυσσέα τε καὶ Διομήδη ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμω- μένῳ Ῥήσῳ αὐτόν τε καὶ τοὺς ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ
Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι· χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασὶν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσιν καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.