ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά- σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ
διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.