καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ 1 μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπε- σταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν “ἤνις ἠκέστας” (Il. 6, 94)· καὶ γὰρ πόλις λέγουσι καὶ πόλιν καὶ μάντις καὶ μάντιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.