φρῆσα, κατὰ τροπὴν φράσσα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, πρῶ κατὰ συγκοπὴν, καὶ τροπῇ τοῦ π εἰς φ φρῶ· ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προῖέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν τῷ περὶ ἐτυμολογιῶν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.