ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή-
κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.