τοῦ μέλλοντος, ὡς ἄξετε οἴσετε, “καταβήσεο δίφρου” (Il. 5, 109).
γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμη- ρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπη καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον “ὅ μοι γέρας ἔρχεται ἄλλῃ,” ὡς ἐκεῖνο “πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης
εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ (II. 9, 472) καὶ “ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. 9, 313). ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης· καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.