τοιούτων ζώων ἤρξατο, μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντές φασιν ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ
δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τὴν γῆν καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον
1 τὸ τοιοῦτο. τῆς δεκάτης δὲ ἡμέρας γεγενῆσθαι φανερὸν τὸ νοσῶδες, εὐλόγως· κατʼ αὐτὸν δὲ τὸν ποιητὴν τὸ θεώρημα δεῖ λύειν. τῇ δεκάτῃ φαίνεται τὸ νοσῶδες, τοῦ ἀέρος ἐν ταύτῃ πάντως καθισταμένου, ὥσπερ καὶ αὐτὸς ὁ ποιητὴς δεδήλωκεν. ἡ Ἥρα, φησὶν, ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς γὰρ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν
ἰατρικὴν τέχνην σοφὸς, ἐκ τῆς καταστάσεως τοῦ ἀέρος ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα παρὰ τὸν ἀέρα πεποίηται, ἐπεὶ τίνος ἕνεκα Νέστωρ ἢ Ὀδυσσεὺς ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσιν, ἀλλὰ μόνος τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς;
αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι ἀνθρώπων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν.
καλοῦμεν. εὐπαθῆ δὲ τὰ ζῶα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσου· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος, ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργοὺς δὲ ἀκουστέον τοὺς λευκοὺς,
ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.