ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὡς φησι Καλλίμαχος ἐν δευτέρῳ αἰτίων “ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.” λάθρα δὲ τῶν γονέων ἀλλή- λοις συνερχόμενοι ἔσχον υἱὸν Ἥφαιστον οὐχ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν ἀμφιγυήεντα ὁ ποιητής. ὅτι
δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ καὶ ὁ ποιητὴς λέγων “εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας” (ΙΙ. 14, 296). μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς
Ἥρας τελείας καὶ συζυγίας προσαγορενομένης, παῤ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχε τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ ποιητής.
τὸ ἱκάνοι· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ ἔνθα τὸ ἐνταῦθα σημαί- νεσθαι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.