δεσμῶν (ΙΙ. 15, 18) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι᾿ ἣν ἐρρίφη.
βηλόν ὡς χωλόν προφερόμενοι, ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον καὶ περιέχοντα τὸν πάντα ἀέρα. ἄλλοι δὲ τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃ καλεῖται φλιά· ὁ γὰρ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχειν. εἴρηται δὲ βηλὸς ἀπὸ
τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ διοδεύεσθαι. τινὲς δὲ κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας 1 τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.