στίξαντες, καὶ τὸ ἐστίν καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ ἡ ἔννοια αὕτη, σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι· καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἐστίν εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵν᾿
ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.