τάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ “οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων” (ΙΙ. 8, 455)· “οὐκ ἂν δὴ μείνειας” (ΙΙ. 3, 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· “ὡς δ᾿ ὅταν ἀδίνουσαν” (ΙΙ. 11, 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ
εὐκτικὸν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὰς συντίθεται.
Αἰακοῦ ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ· ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεὺς, 1 ὃς οὐ μόνον ὑπερέβαλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γενομένους πάντας ἥρωας.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.