παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηροῦ ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπείτοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός
τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τοῦ περὶ τὸ σημαινόμενον καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.