Ποσειδῶν δὲ καὶ Ήρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως (ἦν γὰρ μάντις) τὴν Διὸς ἐπιβουλὴν ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων θεῶν· ἦν δὲ θαλάσσιος δαί- μων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ
Ζεὺς Θέτιδος τὴν μὲν Ἥραν ἐν τοῖς καθʼ αὑτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφί- σατο, τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα ἐτα- μιεύσατο. ἱστορεῖ Δίδυμος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.