τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατα- τίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικὴν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν, ὁμοίως δὲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητι-
καῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητικὴ, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφιβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγέ- νετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστὶ καὶ οὐκ ἔχει- ἀντιδιαστολήν· καἰ ἐπεκράτησεν ἡ ἀνάγνωσις.
1
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.