ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ λείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν” (401).
λευσεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ.
τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις, μεθʼ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν ἐκ Λυρνησσοῦ μὲν Βρισηίδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες, ἀπὸ δὲ τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα, ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν· ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς
ἔπεμψε τοῖς Ἕλλλησι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης, φασὶν, οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπʼ αὐτῆς προσερρυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ,
καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ Δ. καὶ ἐν τῇ Ε, καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ I.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.