ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.
παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος
τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.