πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἀψίς, λέξω λέξις,] δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ
κνισμός ὁμοίως ἐκ τοῦ κνίζω, κνίσω κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ῑ καὶ τὸ ᾱ βραχὺ, καὶ τὸ μὲν ῑ, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ ᾱ, ἐπειδὴ τὰ εἰς α θηλυκὰ, ἀπὸ μελλόν- των ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο·
“κνίση δʼ οὐρανὸν ἷκεν.”
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.