διηνεκές· ἔστι γὰρ ἂ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· “ἀλλὰ σὺ μὲν κατάλεξαι ” (Od. 19, 44) “νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ” (Il. 22, 285). καὶ τὸ τοιοῦτο δόξειεν ἂν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς τόνους, ἐπὶ τινῶν δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακ- τικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν
ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις “δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων” (Od. 8, 145).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.