ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελίας τῆς Ὠκεανοῦ. ὕστερον δὲ Ἀπία πάλιν ἐκλήθη, ἀπὸ Ἄπιδος τοῦ Φορω- νέως παιδός· εἶθ᾿ οὕτως Ἀργος, ἀπὸ Ἄργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννησος, ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντά-
λου υἱὸν Πέλοπα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.