κε θεά,” καὶ τὸν “ἄμφω ὁμῶς” (208, 209). ὁ λόγος δὲ αἱρεῖ στίζειν ἐπὶ τὸ κεχολωμένον καὶ ἄμεινον· ἕκαστος γὰρ καθʼ ἑαυτὸν λόγος ἀπηρτισμένος ἐστί. καὶ οἱ μὲν πρῶτοι δύο ὑπὸ τοῦ γάρ συνδέσμου 1 συνημμένοι εἰσίν· ὁ δὲ τρίτος “ὅς κε θεοῖς ἐπιπείθηται” ἀσύνδετός ἐστι πρὸς τὸν δεύτερον, διὸ τελείαν ἔχει τὴν πρὸ ἑαυτοῦ στιγμήν· γελοῖος δʼ ὁ Πτολεμαῖος, ὃς αἰτίαν ἡγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον· καὶ γὰρ εἰ μὴ γνωμικὸς ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω, ἀσύνδετος ὢν, ὁ λόγος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.