ποταμοῦ Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δʼ αὐτῆς Ἀπόλλων καὶ βουλόμενος συγγενέσθαι ἐδίωκε. καταλαμβανομένης δʼ αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ τῇ Γῇ χάσματι αὐτὴν δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς Γῆς ἀναδούσης ὁμώνυμον φυτὸν, Ἀπόλλων θεασάμενος ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς
παρθένου δάφνην προσηγόρευσεν ὁμωνύμως, λαβὼν δὲ τῶν κλάδων αὐτὸς ἐστέψατο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.