καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει. μὴ μελλήσας οὖν ἔσπευσε. μέλ- λων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δʼ ὁ Ἀσωπὸς καὶ μηδʼ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δʼ ὁ Ζεὺς τιμωρήσασθαι τὸν
μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτο μέγεθος πέτρου ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους· ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.