ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΟΥ
ΠΕΡΙ ΜΕΤΡΩΝ ΤΩΝ ΦΟΙΝΙΣΣΩΝ.
1.-87.
Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πζ′, ὧν τελευταῖος τὸν αὐτὸν ἀεὶ δυστυχῆ καθεστάναι. ἐπὶ τῷ τέλει δὲ κορωνίς.88.-102.
Σύστημα προκαταστατικὸν τῶν ἑξῆς ἀλλοιοστρόφων συστημάτων, στίχων ἰαμβικῶν τριμέτρων ιε′. ἐπὶ τῷ τέλει παράγραφος.103. 104.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀνομοιόστροφα κυρίως, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα γ′. τὸ α′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων τετάρτων δύο καὶ σπονδείου. τὸ β′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον ἐξ ἀντισπάστου καὶ διιάμβου. τὸ γ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος.105.-107.
Κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγραφος.108.-110.
Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ γ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον Γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου α′. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ τροχαϊκὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου· εἰ δὲ βούλει, παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.111. 112.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.113.-116.
Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ σπονδείου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ δακτύλου. τὸ γ′ προσοδιακὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ. τὸ δ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν καθαρὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.117.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.123.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.127.-130.
Ἡ πέμπτη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, παίωνος β′ καὶ συλλαβῆς. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ γ′ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ ἀναπαιστικὸν δίμετρον ἀκαταλήκτον· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος.131.-134.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. B.135.
Ἡ ἕκτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους· τὰ γὰρ δ′ δίμοιρα τῶν ἕξ. τὸ β′ ὅμοιον ἑφθημιμερές. τὸ γ′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.145.-149.
Ἡ ἑβδόμη αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἴαμβος τρίμετρος. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον εἰς δισύλλαβον. τὸ γ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ′ ὅμοιον τῷ πρώτῳ. τὸ ε′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ ἰάμβου. ἐπὶ τῷ τέλει παράγραφος.151.-153.
Ἡ ὀγδόη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. τὸ β′ ὅμοιον πενθημιμερές· εἰ δὲ βούλει τὸ ι′ βραχὺ, ἔστω παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος α′ καὶ ἀναπαίστου. τὸ γ′ ὅμοιον τῷ α′, καταληκτικὸν εἰς δισύλλαβον. τὸ δ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος. Bar.154. 155.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar.156.-158.
Ἡ ἐνάτη αὕτη στροφὴ κώλων ἐστὶ δ′. τὸ α′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς, δακτύλου ἀρχομένου. τὸ β′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ δακτύλου, ἢ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ γ′ ὅμοιον ἡμιόλιον. τὸ δ′ ἴαμβος τρίμετρος. ἐπὶ τῷ τέλει παράγραφος.159.-162.
Κατὰ περικοπὴν ἴαμβοι δ′, εἶτα παράγραφος. Bar.163.-169
. Ἡ δεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχηματισμένη, ὡς ἄνω τεθέντος τοῦ προσώπου, κώλων δέ ἐστιν η′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ ὅμοιον καταληκτικὸν εἰς δισύλλαβον. τὸ γ′ ὅμοιον πενθημιμερὲς ἐκ δύο προκελευσματικῶν, ἤτοι γ′ τριβραχέων. τὸ δ′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰάμβου καὶ ἀναπαίστου καὶ δύο χορείων· εἰ δὲ βούλει, ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παιώνων δευτέρου καὶ πρώτου, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χορείου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον Στησιχόρειον. τὸ ζ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο ἀντισπάστων καὶ ἰάμβου. τὸ η′ ὅμοιον ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.170.-174.
Κατὰ περικοπὴν ἴαμβοι ε′, εἶτα παράγραφος. Bar.175.-179.
Ἡ ἑνδεκάτη αὕτη στροφὴ ἑτέρως μέν ἐστιν ἐσχη ματισμένη κατὰ τὸ τέλος, κώλων δέ ἐστιν ἕξ. τὸ α′ δακτυλικὸν ἑφθημιμερές. τὸ β′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον καταληκτικόν· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ′ ὅμοιον ἐκ χοριάμβου καὶ ἀμφιβραχέος· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές. τὸ ε′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον· εἰ δὲ βούλει, ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ′ καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.180.-182.
Σύστημα κατὰ περικοπὴν ἴαμβοι γ′, εἶτα παράγράφος. τὸ παρὸν σύστημα ἄλλως ἐστὶν ἐσχηματισμένον, ὡς ἄνω τιθέντος τοῦ προσώπου. οὕτω δὲ χρὴ τὸν δεύτερον στίχον γράφειν, ὡς διωρθώθη παρ’ ἡμῶν, ἵν’ ᾖ τέλειος ἴαμβος, καὶ μὴ τὸ Καπανεὺς μόνον κείμενον εἴη, ὡς πολλαχοῦ εὕρηται. Bar.183.-192.
Ἡ δωδεκάτη αὕτη στροφὴ κώλων ἐστὶ ιδ′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ καὶ ἰωνικοῦ. τὸ β′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, ἀντισπάστου καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ χοριάμβου. τὸ ε′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, ἐπιτρίτου γ′ καὶ τροχαίου. τὸ η′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ὃ καλεῖται Σαπφικὸν, ἢ Ἱππωνάκτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ τρίτου καὶ συλλαβῆς. τὸ θ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου πρώτου, χοριάμβου καὶ ἀμφιβραχέος. τὸ ι′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον. τὸ ια′ χοριαμβικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ ιβ′ χοριαμβικὸν ἐκ δύο χοριάμβων, καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιγ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιδ′ ὅμοιον ἡμιόλιον· εἰ δὲ βούλει, δακτυλικὸν ὅμοιον τῷ ιβ′. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ὡς τέλος ἔσχε τὰ ἀνομοιόστροφα.193.-201.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων θ′. ἐπὶ τῷ τέλει κορωνὶς διὰ τὸ εἰσέρχεσθαι τὸν χορὸν καὶ ὑποχωρεῖν τοὺς ὑποκριτάς.202.-238.
Τὰ παρόντα εἴδη ἑτέρως εἰσὶν ἐσχηματισμένα· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ [καὶ μερικὰ] κατὰ σχέσιν ἄτακτα, καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. εἰσὶ δὲ τὰ κατὰ σχέσιν μιᾶς στροφῆς. εἰσὶ γοῦν τῆς μονοστρόφου στροφῆς τὰ κῶλα λϛ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου, διαλελυμένης τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας, καὶ διιάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, περίοδος ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου. τὸ δ’ ὅμοιον ἐκ δισπονδείου καὶ βακχείου. τὸ ε′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου καὶ ἰάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν ἑφθημιμερὲς ἐκ χορείου καὶ δακτύλων. τὸ ϛ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ βακχείου. τὸ ζ′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἢ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ η′ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάσσονος, χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ′ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ τετάρτου ποδὸς χορείου. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἰάμβου. τὸ ια′ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διάμβου, ἐπιτρίτου τετάρτου καὶ ἀμφιβάρχεος. τὸ ιβ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διιάμβου. τὸ ιδ′ ὅμοιον τῷ γ′. τὸ ιε′ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ τρίτου ποδὸς ἀναπαίστου. τὸ ιϛ′ ὅμοιον τῷ α′. τὸ ιζ′ ὅμοιον τῷ γ′. τὸ ιη′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. ἔστι δὲ ἀκέφαλον, διὰ τὸ ἐκ βραχείας ἄρχεσθαι. τὸ ιθ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ κ′ ὅμοιον τῷ α′. τὸ κα′ ὅμοιον κατὰ πάντα. τὸ κβ′ ὅμοιον τῷ ιγ′. τὸ κγ′ ὅμοιον τῷ γ′. τὸ κδ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ διιάμβου καὶ συλλαβῆς. τὸ κε′ ὅμοιον τῷ α′. τὸ κϛ′ ὅμοιον τῷ γ′. τὸ κζ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, χοριάμβου καὶ σπονδείου. τὸ κη′ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ κθ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διτροχαίου. τὸ λ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ διτροχαίου. τὸ λα′ ὅμοιον ἐκ δισπονδείου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος κατὰ συνίζησιν. τὸ λβ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς πεντασυλλάβου διὰ τὴν ἀδιάφορον. τὸ λγ′ ὅμοιον τῷ λα′, ἐξ ἐπιτρίτου πρώτου καὶ ἰωνικοῦ κατὰ συνίζησιν. τὸ λδ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. τὸ λε′ ὅμοιον τῷ ιη′. τὸ δὲ λϛ′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ τροχαίου· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές. ταῦτά ἐστι τῆς μονοστρόφου στροφῆς τὰ κῶλα.239.–260.
Τῆς δὲ κατὰ σχέσιν στροφῆς εἰσιν ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὸ μὲν θ′ καὶ τὸ ια′ τροχαϊκὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται κυρίως Εὐριπίδεια, ἢ ληκύθια, τὸ δὲ ι′ ὅμοιον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ μέντοι τῆς ἀντιστροφῆς ἔνατον κῶλον οὐ καλῶς ἔχον διωρθώθη παρ’ ἡμῶν, καὶ ἔχει τὸν δ′ καὶ τὸν β′ πόδα χορείους. ἐχρήσατο δὲ τῷ τροχαϊκῷ ἐνταῦθα μέτρῳ διὰ τὸ τοὺς πολεμίους καὶ σφοδρῶς ἐπελθεῖν ὁρμαῖς καὶ συνεχέσι δρόμοις τὰ ἐκτὸς ληΐζεσθαι διὸ καὶ τὸ θούριος μολὼν Ἄρης ἔφη. ἐπὶ ταῖς ἀποθέσεσι τῆς μονο στρόφου στροφῆς τῶν συστημάτων καὶ ἐπὶ τῷ ϛ′ τῆς κατά σχέσιν στροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τῆς ἀντιστροφῆς κορωνίς.291.–300.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων καὶ κώλων ι′. ὁ α′ καὶ ὁ β′ ἴαμβοι τρίμετροι. τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ δ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ ε′ ἐκ διιάμβου, ἐπιτρίτου δευτέρου καὶ βακχείου. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο ἀντισπάστων, τοῦ πρώτου καθαροῦ, τοῦ δευτέρου ἑξαβράχεος. τὸ ζ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ η′ ἀντισπαστικὸν δίμετρον, ὅμοιον τῷ ϛ′, ἐξ ἀντισπάστου καὶ διτροχαίου. τὸ θ′. . . ἐκ παίωνος τρίτου καὶ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ ι′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς πενθημιμεροῦς. ἐπὶ τῷ τέλει παράγραφος.301.–354.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, μονόστροφα καὶ μετρικὰ ἄτακτα καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. ἔστιν οὖν ἡ παροῦσα στροφὴ κώλων νη′. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β′ ἰαμβικὸν ῾εφθημιμερές. τὸ γ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ χοριάμβου· εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ′ ἰωνικὸν ἡμιόλιον, ἐξ ἐπιτρίτου τρίτου καὶ ἰωνικοῦ ἡμίσεος· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ε′ ἰαμβικὴ βάσις. τὸ ϛ′ ἴαμβος τρίμετρος, ὅμοιος τῷ α′. τὸ ζ′ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ διιάμβου, παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς· εἰ δὲ βούλει, περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς συζυγίας. ἔχει δὲ ἡ τροχαϊκὴ συζυγία τὸν πρῶτον πόδα χορεῖον. τὸ η′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον, ἢ ληκύθιον. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερές. τὸ ι′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ διτροχαίου, χοριάμβου καὶ βακχείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ γὰρ κῦ καὶ βραχὺ παρ’ Ὁμήρῳ εὕρηται κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης. τὸ ια′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ ἰάμβου. τὸ ιβ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ′ ἰαμβικὸν τρίμετρον ὅμοιον τῷ α′. τὸ ιδ′ καὶ ιε′, ὅμοια τῷ β′ ἰαμβικά. τὸ ιϛ′ τροχαῖκὸν, ὅμοιον τῷ η′, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ ιζ′ ἰαμβικὸν, ὅμοιον τῷ β′. τὸ ιη′ ἰωνικὸν, ὅμοιον τῷ ιϛ′, ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ ιθ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου. τὸ κ′ ἰαμβικὴ βάσις, ὅμοιον τῷ ε′. τὸ κα′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πεντασυλλάβου καὶ ἰάμβου, διὰ τὸ ἀδιάφορον· εἰ δὲ βούλει, καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος πρώτου καὶ δακτύλου. τὸ κβ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ μολοσσοῦ. τὸ κγ′ καὶ κδ′ τροχαϊκὰ ἰθυφαλλικά. τὸ κε′ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ διιάμβου. τὸ κϛ′ ὅμοιον, ἐξ ἀντισπάστου πεντασυλλάβου καὶ διιάμβου καὶ ἐπιτρίτου τρίτου. τὸ κζ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πρώτου καὶ τροχαίου. τὸ κη′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ, καὶ χοριάμβου. τὸ κθ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ λ′ ἴαμβος τρίμετρος. τὸ λα′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ λβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, ἴαμβον ἔχον τὸν τέταρτον πόδα. ἔοικε δὲ εἶναι καὶ τοῦτο Στησιχόρειον σὺν τῷ Πινδαρικῷ ἔθει. τὸ λγ′ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ δακτύλου. τὸ λδ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ, διτροχαίου καὶ κρητικοῦ. τὸ λε′ ἰαμβικὸν ὅμοιον τῷ ιβ′. τὸ λϛ′ ὅμοιον. τὸ λζ′ ὅμοιον τῷ λα′. τὸ λη′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου πεντασυλλάβου καὶ ἑτέρου καθαροῦ διὰ τὴν κοινὴν, ἢ ἐπιτρίτου τρίτου. τὸ λθ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου τρίτου. τὸ μ′ ἴαμβος τρίμετρος, ὅμοιος τῷ α′. τὸ μα′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον· λείπεται γὰρ ὅλου ποδὸς εἰς τὸ εἶναι τρίμετρον. τὸ μβ′, τὸ μγ′ καὶ τὸ μδ′ καὶ τὸ με′ ἰαμβικὰ, ὅμοια τῷ ιβ′. τὸ μϛ′ ὅμοιον ἑφθημιμερές. τὸ μζ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου πεντασυλλάβου καὶ ἰάμβου. τὸ μη′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος τετάρτου καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ μθ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δευτέρου καὶ χοριάμβου πεντασυλλάβου. τὸ ν′ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ ἐπιτρίτου πρώτου· εἰ δὲ βούλει, ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ διτροχαίου πεντασυλλάβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ μολοσσοῦ. τὸ να′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ νβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου, ἤτοι τριβράχεος. τὸ νγ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ τρίτου καὶ σπονδείου. τὸ νδ′ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἀναπαιστικὸν ἑφθημιμερὲς, ἰάμβου ἀρχομένου. τὸ νε′ δακτυλικὸν τετράμετρον ἤτοι δίμοιρον ἔπους. τὸ νϛ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ νζ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ νη′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, δευτέρου, καὶ διιάμβου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῆς στροφῆς κορωνίς.355.–587.
Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων σγλ′, ὧν ὁ τελευταῖος καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε. ἐπὶ δὲ τῷ τέλει ὁμοίως παράγραφος· οὐ γὰρ ἐξῆλθον οἱ ὑποκριταί. Bar.588.-637.
Τροχαϊκοὶ στίχοι τετράμετροι ν′, ὧν τελευταῖος ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. ἐπὶ τῷ τέλει κορωνίς. ἐχρήσατο δὲ ἐνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸ μετὰ ὀργῆς καὶ ὁρμῆς τινος καὶ σπουδῆς εἰσιέναι τὸν Ἐτεοκλέα. Bar.638.-675.
Τὰ τοιαῦτα εἴδη τοῦ χοροῦ καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα τριὰς ἐπῳδική. τὰ κῶλα δὲ τῆς μὲν στροφῆς κ′, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ δευτέρου ποδὸς χορείου. ἐχρήσατο τῷ τοιούτῳ μέτρῳ ἐνταῦθα διὰ τὴν τοῦ Κάδμου κίνησιν. τὸ β′ ὅμοιον ἱωνικὸν ἀπ’ ἐλάττονος ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ γ′ ὅμοιον τῷ α′ δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος πρώτου, ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ συλλαβῆς· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἀναπαίστου. τὸ δ′ ὅμοιον τῷ β′, δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ ε′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον χορεῖον ἔχει τὸν πρῶτον πόδα. τὸ ϛ′ ὅμοιον τῷ β′. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος, ὅμοιον τῷ α′, ἐξ ἰωνικοῦ πεντασυλλάβου καὶ διτροχαίου. τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς τὸν μὲν πρῶτον ἔχει πόδα διτροχαῖον, τὸν δὲ δεύτερον ἐπίτριτον τρίτον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ τροχαίου καὶ χορείων. τὸ θ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ι′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ια′ τροχαϊκὸν καθαρὸν πενθημιμερές. τὸ ιβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον καθαρόν ἐστι. τὸ ιγ′ καὶ ιδ′ τροχαϊκὸν Εὐριπίδειον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τρίτου ποδὸς χορείου. τὸ ιϛ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ ιζ′ ἴαμβος καθαρὸς τρίμετρος. τὸ ιη′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ιθ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου τετάρτου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον τρίτον ἔχει τὸν δεύτερον πόδα. τὸ κ′ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.676.-689.
Τῆς ἐπῳδῆς ταύτης τὰ κῶλα ιϛ′. τὸ α′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ β′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ δ′ τροχαϊκὸν πενθημιμερὲς ἐκ χορείων δύο καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον τροχαϊκὸν πενθημιμερὲς καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, ἰάμβου ἀρχομένου. τὸ ζ′, τὸ η′, τὸ θ′, τὸ ι′, ὅμοια τῷ α′, τροχαϊκὰ Εὐριπίδεια. τὸ ια′ ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν πενθημιμερές. τὸ ιγ′ ἰαμβικὸν ὅμοιον τῷ β′. τὸ ιδ’ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ ιϛ′ τροχαϊκὸν Εὐριπίδειον, ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.690.-783.
Αἱ συστηματικαὶ αὗται περίοδοι καὶ οἱ ἑξῆς ἀμοιβαῖοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι κδ′, ὧν τελευταῖος προσευξόμεσθα τήνδε διασῶσαι πόλιν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.784.-817.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται τριὰς ἐπῳδικὴ, ὡς εἴρηται. οὕτω δὲ χρὴ γράφειν τά τε κῶλα καὶ τοὺς στίχους ὡς διωρθώθη παρ’ ἐμοῦ· ἀτάκτως γὰρ ἦσαν καὶ ἀναρμόστως ἐν τοῖς ἀντιγράφοις κείμενα, καὶ πολύν μοι παρέσχον πόνον εἰς τάξιν ταῦτα καὶ ἁρμονίαν μετενεγκεῖν. τὰ μὲν γὰρ ἦσαν δακτυλικὰ, τὰ δὲ ἀναπαιστικὰ κῶλα, οὐ μὴν δὲ καὶ κατὰ λόγον κείμενα. ἀλλ’ εἴ τις ὀρθῶς λογίζοιτο, καλῶς ἂν εὕρῃ ταῦτα διορθωθέντα. ἔστι τοίνυν τῆς στροφῆς τὰ κῶλα καὶ οἱ στίχοι ιζ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τὰ πάντα μέντοι δακτυλικά. τὸ α′ τετράμετρον ἀκατάληκτον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. ὁ β′ καὶ ὁ γ′ καὶ ὁ δ′ ἑξάμετροι. τὸ ε′ ὅμοιον τῷ α′. ὁ ϛ′, ὁ ζ′, ὁ η′ καὶ ὁ θ′ πάλιν ἑξάμετροι. τὸ ι′ ὅμοιον τῷ α′. τὸ ια′ ἑξάμετρον, τὸ ιβ′ δίμετρον, τὸ ιγ′, τὸ ιδ′, τὸ ιε′ καὶ τὸ ιϛ′ ὅμοια τῷ α′. τὸ ιζ′ ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.834.-1018.
Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρπ′, ὧν τελευταῖος πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.1019-1066.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν· ἔστι δὲ τὸ ᾆσμα στροφῆς μιᾶς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς κδ’, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά σύνθετον, ἤτοι ἀσυνάρτητον, ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου. ἥνωσε δὲ ταῦτα ἐνταῦθα, ὡς ἐμοὶ δοκεῖ, δυοῖν ἕνεκα, κινήσεώς φημι καὶ στάσεως· ὡς μὲν γὰρ ἐξ ὄρους φοιτώσης τῆς Σφιγγὸς, τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ, ὡς δ’ ἐν τοῖς τείχεσι καθημένης καὶ φθεγγομένης, ὅπερ στάσεώς ἐστι, τῷ ἰαμβικῷ· καὶ ἐν τοῖς ἑξῆς δὲ τούτοις τοῖς μέτροις διῃρημένως ἐχρήσατο. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν ἡμιόλιον ἐκ δισπονδείου καὶ ἡμίσεος ἀντισπάστου, ἤτοι ἰάμβου. τὸ δ’ ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ σύνθετον ἐκ δύο τροχαϊκῶν πενθημιμερῶν· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τρίτου καὶ ἰάμβου, ἢ πυρριχίου. τὸ ϛ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον, ἐξ ἐπιτρίτων πρώτου καὶ τετάρτου καὶ συλλαβῆς. τὸ ή ἰαμβικὸν ἑφθημιμερές. τὸ θ′ καὶ ί ἰθυφαλλικὰ, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος τετάρτου καὶ ἀμφιβράχεος. τὸ ιά τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ δ’ χορείων. τὸ ιβ’ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου καὶ δευτέρου ποδὸς χορείου. τὸ ιγ′ τροχαϊκὸν ἰθυφαλλικὸν καθαρόν. τὸ ιδ′ καὶ ιέ ἰαμβικὰ ὅμοια τῷ δ’. τὸ ις′ ὅμοιον τῷ ιγ′. τὸ ιζ′ καὶ ιή ὅμοια τῷ δ’ ἰαμβικά. ἐλλιπῆ δὲ ὄντα τὰ κῶλα πρὸς τὰ τῆς ἀντιστροφῆς ἀνεπληρώθη παρ’ ἐμοῦ ὁμοίαις λέξεσι. τὸ ιθ′ τροχαϊκὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ κ′ τροχαϊκὸν ἑφθημιμερὲς τοῦ πρώτου ποδὸς χορείου. τὸ κά ἰθυφαλλικόν. τὸ κβ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου τετάρτου καὶ παίωνος πρώτου. τὸ τῆς στροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ κγ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ. τὸ τῆς στροφῆς δὲ κῶλον ἐν μὲν τῷ πρώτῳ ποδὶ συνίζησιν ἔχει, ἐν δὲ τῷ δευτέρῳ ἀντὶ τοῦ κρητικοῦ ἀμφίβραχυν. τὸ κδ’ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνὶς μόνη.1067.-1282.
Αἱ ἑξῆς αὗται περίδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σιέ, ὧν τελευταῖος θανοῦσα δ’ αὐτοῖς συνθανοῦσα κείσομαι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.1283.-1307.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν. ἔστι δὲ τὸ παρὸν ᾆσμα μιᾶς στροφῆς, τὰ κῶλα δὲ τῆς μὲν στροφῆς ιέ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον. τὸ β′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ὅμοιον τῷ ά, ἐξ ἀναπαίστων, οὐκ ἐκ σπονδείων, ὡς ἐκεῖνο. τὸ δ’ τροχαϊκὸν ἰθυφαλλικὸν ἐκ τριῶν χορείων. τὸ ζ’. τροχαϊκὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, παιωνικὸν ἡμιόλιον. τὸ ή ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ θ′ ὅμοιον ἀντισπαστικὸν ἡμιόλιον. τὸ ί καὶ ιά ὅμοια τῷ ζ′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ′ ὅμοιον καταληκτικὸν ἑφθημιμερές. τὸ ιδ’ ἰαμβικὸν ὅμοιον πενθημιμερὲς, ἐκ δύο χορείων, καὶ συλλαβῆς. τὸ ιέ ὅμοιον δίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου, τοῦ δὲ δευτέρου ἀναπαίστου. ἑξῆς δὲ μετὰ τὰ κῶλα τῆς ἀντιστροφῆς ἐν ἐκθέσει σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν δύο. ἐχρήσατο δὲ τούτῳ διὰ τὴν σπουδὴν τοῦ Κρέοντος καὶ τοῦ δρόμου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς σαύτως, τοῦ δὲ συστήματος κορωνίς.1310.-1334.
Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων κέ. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος.1335.-1339.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἑτερόστροφα· εἰσὶ δὲ τοῦ μὲν πρώτου συστήματος στίχοι τροχαϊκοὶ, διὰ τὴν τοῦ ἀγγέλου σπουδὴν, τετράμετροι καταληκτικοὶ έ.1340.
Ἡ ἑξῆς στροφὴ κώλων β′. τὸ ά ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. τὸ β′ σύνθετον ἐκ δύο παιωνικῶν ἡμιολίων.1342.-1344.
Τὸ ἑξῆς σύστημα στίχων ἰαμβικῶν τριμέτρων γ.1345.
Ἡ ἑξῆς στροφὴ κώλων β′. τὸ ά ἐπιχοριαμβικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου τετάρτου, χοριάμβου καὶ κρητικοῦ. τὸ β′ ἴαμβος τρίμετρος.1347.-1349.
Τὸ ἑξῆς σύστημα στίχων ἰαμβικῶν τριμέτρων γ′.1350.
Ἡ τελευταία στροφὴ κώλων β′. τὸ ά ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου ἑξασυλλάβου καὶ διιάμβου, διὰ τὴν ἀδιάφορον. τὸ β’ ὅμοιον τρίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διιάμβου, διτροχαίου καὶ συλλαβῆς. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ συστημάτων παράγραφος.1352.-1479.
Αἱ περίοδοι αὗπαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρκή, ὧν τελευταῖος τῇδ’ ἐξέβησαν, οἱ δὲ δυστυχέστατοι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.1480.-1484.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν έ· ἐπὶ τῷ τέλει παράγραφος.1485.-1507.
Τὰ τοιαῦτα εἴδη καλεῖται συστηματικὰ ἐξ ἀνομοίων, κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα, εἰσὶ δὲ πάντα τὰ τῆς στροφῆς κῶλα νή. τὸ ά προσοδιακὸν τρίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου, ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ διιάμβου. τὸ β′ δακτυλικὸν δίμετρον· οὐδέτερον γάρ ἐστι τὸ ἁβρά, καὶ οὐ θηλυκὸν, ὥς τινες οἴονται. τὸ γ′ ὅμοιον τῷ ά. τὸ δ’ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ έ ὅμοιον τῷ γ′. τὸ ς′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ ὅμοιον. τὸ ή δακτυλικὸν τετράμετρον. τὸ θ′ ἰαμβικὸν πενθημιμερές. τὸ ί ὅμοιον τῷ ή. τὸ ιά δακτυλικὸν πενθημιμερές. τὸ ιβ′, τὸ ιγ′, τὸ ιδ’ ὅμοια τῷ ή. τὸ ιέ ὅμοιον τῷ θ′. τὸ ις′ καὶ τὸ ιζ′ ὅμοια τῷ ή. τὸ ιή ἀναπαιστικὸν μονόμετρον, τοῦ πρώτου ποδὸς χορείου. τὸ ιθ′, τὸ κ′, τὸ κα′ ὅμοια τῷ ή. τὸ κβ′ ὅμοιον τῷ β′. τὸ κγ′ καὶ τὸ κδ′ ὅμοια τῷ ή. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος.1508.-1538.
Ἑτέρα στροφὴ δοκεῖ εἶναι αὕτη, ἐπεὶ καὶ τὰ κῶλα ἐνηλλαγμένα ἐστί. συστηματικὰ δέ ἐστι καὶ ταῦτα ἐξ ἀνομοίων. εἰσὶ δὲ πάντα τὰ τῆς στροφῆς λδ′. τὸ ά ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου πρώτου καὶ τροχαίου. τὸ β′ περιοδικὸν δίμετρον καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ γ′ ἰαμβικὸν πενθημιμερές. τὸ δ’ χοριαμβικὸν δίμετρον κατα ληκτικὸν ἐκ χοριάμβου καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ έ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ς′ ὅμοιον τῷ δ’. τὸ ζ′ ὅμοιον, τοῦ δευτέρου ποδὸς προκελευσματικοῦ τετραβράχεος· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν τοῦ δευτέρου καὶ τοῦ τρίτου ποδὸς χορείου. τὸ ή ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον ἐξ ἀντισπάστου καὶ βραχείου. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου. τὸ ί ἀναπαιστικὸν πενθημιμερές· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ ἀναπαίστου. τὸ ιά χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο χοριάμβων. τὸ ιβ′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τρίτου, ἰωνικοῦ καὶ ἰάμβου. τὸ ιγ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου τριβράχεος. τὸ ιδ’ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ δακτύλου. τὸ ιέ ἰαμβικὸν ὅμοιον τῷ έ. τὸ ις′ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ δύο ἱωνικῶν ἀπ’ ἐλάττονος καὶ συλλαβῆς. τὸ ιξ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ή ὅμοιον τῷ έ, τοῦ πρώτου ποδὸς χορείου. τὸ ιθ’ παιωνικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ κά ὅμοιον. τὸ κβ ἀντισπαστικὸν ὅμοιον τῷ ή. τὸ κγ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ κδ’ ὅμοιον τῷ κά· ἔστω δὲ, εἰ βούλει, ἀμφότερα χοριαμβικὰ καθαρὰ δίμετρα ὑπερκατάληκτα. τὸ κέ ἀναπαιστικὴ βάσις· δι’ ἑνὸς γὰρ τ’ ὀφείλει γράφεσθαι. τὸ κς′ τροχαϊκὸν πενθημιμερές. τὸ κζ′ περίοδος ἐκ τροχαϊκῆς συζυγίας, τοῦ πρώτου ποδὸς χορείου, καὶ ἰαμβικῆς. τὸ κη ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τετάρτου ποδὸς ἀναπαίστου. τὸ κθ′ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν, τοῦ δευτέρου ποδὸς ἑξαβράχεος. τὸ λ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, συνίζησιν ἔχον ἐν τῷ πρώτῳ ποδί. τὸ λά ... ... τὸ λβ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἀντισπάστου * * * ἐξ ἀντισπάστου καὶ διιάμβου. τὸ λδ’ ἰωνικὸν ἡμιόλιον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ σπονδείου, ἤτοι ἡμίσεως ἰωνικοῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ τῷ τέλει κορωνίς.1539.
Τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα συστηματικὰ, ἔστι δὲ τὰ κῶλα τῆς παρούσης στροφῆς ζ′. τὸ ά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ β′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν. τὸ δ’ χοριαμβικὸν δίμετρον καταληκτικὸν καθαρόν· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ έ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον.Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma). Scholia in Euripidem. ed. Wilhelm Dindorf. Oxford. 1863.
Funding provided by Center for Hellenic Studies.