II.
δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισόγελως καὶ μισογύνης, καθὰ καὶ Ἀριστοφάνης αὐτὸν αἰτιᾶται, “στρυφνὸς ἔμοιγε προσειπεῖν Εὐριπίδης.” λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν ἐθριάμβευε τῶν γυναικῶν,
ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν “σωφρονεῖ παῤ ἐμοί, “δύστηνος εἶ” έφη “εἰ γυναῖκα δοκεῖς παῤ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παῤ ᾧ δὲ μή·” ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν
αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν Σικελίας 1 τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν τῷ Μουσῶν ἱερῷ ἀναθεῖναι, ἐπιγράψαντα τοῖς αὐτοῦ Εὐριπίδου ὀνόμασιν. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φησι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι·
ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος “εὐφήμει” ἔφη “μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα.” ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων διʼ αἰτίαν τοιάνδε. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρα τὴν ἰδίαν γυναῖκα ἀτακτοῦσαν·
καὶ τὸ μὲν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν, ἐπεὶ δʼ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα, βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. οὕτω δʼ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς καὶ τάδε περὶ αὐτοῦ τολμῆσαι εἰπεῖν 2
Vitae Euripidis. Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.