Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι γεγαμηκέναι: —
M
iTAB
Κύπριδος Ἁρμονίαν: Δέρκύλος
[frg. 4]
Θηβαίου τινὸς Δράκοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος
[frg. 12]
δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπάσαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημαγόρας
[frg. 1]
δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σαμοθρᾴκην· ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα Δάρδανον Ἁρμονίαν. τὸν δὲ Κάδμον παραπλέοντα ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μετὰ Θάσου μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς ἁρπάσαι αὐτήν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)