Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς
[202]
·
Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου —
MTAB
ἄλλως: τὴν Τύρον· νησιάζεται γάρ. ἡ Φοινίκη· προληπτικὸς δὲ ὁ λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ
[frg. 816]
φησίν·
ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, Φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει, καὶ Θάσος —
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)