Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
† οὐκ ἔστιν ⟨οὐδὲν⟩ δεινόν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: —
A
οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: —
MTAB
† ἄλλως: ὧδ’ εἰπεῖν ἔπος: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)