Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ταῦτα τοῖς ἀξιοῦσιν ὑπὸ τῆς Μηδείας διὰ τῆς Θέμιδος προσειλῆφθαι τὸν Δία συμπράττει. οἱ γοῦν προυπομνηματισάμενοι γράφουσιν οὕτως·
δύναται τὸ λέγειν Ζηνὸς ὁρκίαν Θέμιν βοηθῆσαι τοῖς προεκκειμένοις ὅτι διὰ τῆς Θέμιδος τὸν Δία ἐπεκαλεῖτο, διὰ τὸ εἶναι Διὸς τὴν Θέμιν. λέγει οὖν ὅτι τοῖς ταύτης ὅρκοις πιστεύσασα ἔπραξεν ἃ ἔπραξεν. ἥτις, Θέμις, αὐτὴν, τὴν Μήδειαν, διαβῆναι πεποίηκεν εἰς τὴν Ἑλλάδα τὴν ἀντίπορον τῆς Σκυθίας. ἀντίπορον δὲ τὴν ἐναντίαν κατὰ τὸν πόρον, ἢ κατὰ τὸν τόπον. ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται, ἡ Ἑλλάς, ἡ δὲ Σκυθία ἐν τοῖς ἀνατολικοῖς. πῶς δὲ ἡ Θέμις δια βῆναι ἐποίησε τὴν Μήδειαν; ὅτι τοῖς ὅρκοις πεισθεῖσα ἠκολούθησεν Ἰάσονι: —
AB
δι’ ἅλα δὲ νύχιον ἐφ’ ἁλμυρὰν πόντου, ἀντὶ τοῦ δι’ ἁλὸς ἁλμυρᾶς, περιττευούσης τῆς ἐπί προθέσεως. ἢ τὸ ἁλμυράν πρὸς τὸ ἑξῆς συναπτέον, τουτέστι· διεβίβασεν αὐτὴν εἰς τὴν Ἑλλάδα δι’ ἁλὸς ἐπὶ τὴν ἁλμυρὰν τοῦ πόντου κληῖδα. λέγει δὲ τὸ στενὸν [ὅθεν καὶ κλεῖδα τὸ στενὸν ἐκεῖνο ὠνόμασε] παρὰ τὸ ὥσπερ κλεῖδα εἶναι τοῦ προκειμένου Πόντου. ἀπὸ γὰρ τοῦ στενοῦ ἐπὶ τὸν Πόντον ἐξίασι. νύχιον δὲ αὐτήν φησι διὰ ⟨τὸ⟩ νυκτὸς πεφευγέναι: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)