Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ
[Call. epigr. 17, 1]
ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες’, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τῆς γραὸς συνεχέστερον ἀπευχομένης τῇ ἀφίξει τῆς Ἀργοῦς. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν·
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη
[Σ 367]
·
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα
[Ι 698]
. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ κεχρῆσθαι: —
B
ἄλλως: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ καὶ [τὸ] ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρ’ Ὁμήρῳ. ὁ δὲ Τιμαχίδας τὸν τρόπον [τῆς ποιήσεως] ἀγνοήσας ποιητικὸν ὄντα τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος
[ε 264]
·
εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα. πρότερον γάρ φησι φῦναι τὰ δένδρα, εἶθ’ οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου ⟨τοῦ⟩ ναυ πηγήσαντος, οἱ δὲ διότι ἐταχυδρόμει· ἀργὸν γὰρ τὸ ταχύ· ἐντεῦθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. καὶ πρώτην γε αὐτὴν ναυπηγηθῆναί φασιν, ἄλλοι δὲ τὴν ὑπὸ Δαναοῦ γεγενημένην. ἔστι δὲ ὑπέρθεσις ὁ τρόπος. τὰ γάρ δεύτερα τῇ τάξει, πρῶτα ὑπέθετο: —
B
εἴθ’ ὤφελε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ παρελθοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν·
εἴθ’ ὣς ἡβώοιμι
[Η 157]
· ἀεὶ δὲ προτάσσεται τῆς συντάξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός
[Γ 173]
’. τὸ δὲ διαπτάσθαι τροπικῶς ὡς ἐπὶ ὀρνέου. ἔδει δὲ εἰπεῖν διαπλεῦσαι: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)