Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην ** Δύμαντος
[Π 718]
, οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ
[FHG IV p. 648
a]
τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν: —
M
γράφεται καὶ σκότους: —
M
i
† ***** ἀποροῦσι ****** πάντως ἀσώματον, ὅ ἐστι πνεῦμα μᾶλλον, τὸ δὲ πνεῦμα δηλαδὴ ἡ ψυχή· ἀεικίνητος γάρ ἐστι καὶ φάνσιν οὐκ οἶδε. διὰ τοῦτο ******* ἐστὶ δηλωτικὸν, τὸ δὲ ἥκω κινήσεως, εἰκότως οὕτως ἐφθέγξατο. ἕτεροι δέ φασιν ὅτι οὐκ οἶδεν ⟨τὸ⟩ ἧκον, ἀλλὰ ἱκόμην μᾶλλον καὶ ******* ἥκω. ἔστι γὰρ καὶ τῶν ῥητόρων ἴδιον. μάλιστα δὲ τῶν Ἀττικῶν τὸ τοὺς παρ⟨ῳχη μένους⟩ χρόνους ἐκφέρειν διὰ ἐνεστώτων καὶ ἀνάπαλιν: —
A
† ** Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ⟨ωρισμένως δι⟩άγει ὁ Ἅιδης τῶν λοιπῶν θεῶν, ⟨τῆς Π⟩ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)