Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὡς Τυρρηνικῆς σάλπιγγος: ἐπὶ τῶν ἑπτὰ ἐπὶ Θήβας οὔπω ἐχρῶντο τῇ σάλπιγγι οἱ Ἕλληνες, ἀλλ’ οὐδὲ ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν τοῖς πολέμοις ἀντὶ σαλπιγκτῶν πυρφόροις· οὗτοι δὲ ἦσαν Ἄρεως ἱερεῖς ἑκατέρας στρατιᾶς προηγούμενοι μετὰ λαμπάδος, ἣν ἀφέντες εἰς τὸ μεταίχμιον ἀνεχώρουν ἀκίνδυνοι, καὶ οὕτως συνέβαλλον αἱ στρατιαί. διεσῴζοντο δὲ οἱ πυρφόροι ὡς ἱεροὶ τοῦ θεοῦ καὶ εἰ πάντες ἀπώλοντο· ὅθεν παροιμία ἐπὶ τῶν ἄρδην ἀπολομένων· οὐδὲ πυρφόρος ἐσώθη: —
MAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)