Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἐπεὶ δ’ ἀφείθη: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχείοις ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κὰν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. ὕστερον δὲ μετὰ τὰ Τρωικὰ καὶ τὴν εἰς γῆν Ῥωμαίων Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐξεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτοὺς χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δὴ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι πιθανὸν, εἴγε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ ἑξῆς· ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φονίας μάχης ταὐτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης: —
MA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)