Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: τὸ χρυσόμαλλον ἀρνός: καὶ τοῦτο προεξεθέμεθα οὕτως. φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλ’ ὕστερον πάλιν ὁ Ἀτρεὺς φιλονεικίᾳ τῆ πρὸς τοῦτον προελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν μὲν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν νῦν λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλλησι τὸν ἥλιον τὴν ἐναντίαν ἢ ὡς ὑπείληπται πορευόμενον καὶ τὴν Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολὰς ⟨ὁρῶσαν⟩. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ. φασὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ Ἥλιον ἀπεστροφέναι πρὸς τὴν δύσιν τὸ πρόσωπον, νῦν δὲ διὰ τὴν Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειάδας εἴληπται. τὰ μὲν γὰρ ἄλλα ζῴδια πρώτην φαίνει τὴν κεφαλὴν κατὰ ἀνατολὰς, ὁ δὲ ταῦρος τὸ στῆθος προφαίνει, καθ’ ὅ εἰσιν αἱ Πλειάδες, ὥστε ἀνεστραμμένην καὶ τούτοις τὴν ἀνατολὴν γίνεθαι. ἔρις δὲ ἀντὶ τοῦ διὰ τὴν ἔριν Ἀτρέως τὴν πρὸς τὸν Θυέστην: —
TAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)