Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὗν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐττοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)