Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. Ἀναξαγόρᾳ δὲ πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταντάλου. ὑφίσταται δὲ ὁ Εὐριπίδης ἐν τούτοις τὴν Ἠλέκτραν εὐχομένην ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς προγόνοις αὐτῆς. ὅμοιον τοῦτο τῷ ἐν Πειρίθῳ
[frg. 596]
σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα· οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)