Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
μόλοιμι τὰν οὐρανοῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ εἴρηκεν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)