Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἰαχείτω δὲ γᾶ Κυκλωπία: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι. οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλῃ ἄλλος ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι. ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτον ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται Ἀργεῖοι, καὶ συμμαχία αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)