Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: ἰστέον ὅτι τῆς κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς, ἡ Δηὼ, νῆστις περιήρχετο ζητοῦσα αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις, Μετάνειρα, παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἷνον ἐπὶ τῆ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτὴν κατασκευάσαι· ὃν δεξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὕτη πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὸς, Θρᾷσσα τὸ γένος: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)