Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: ἀλλ’ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾗ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: —
T
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)