Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀναγνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθ’ ὑπόθεσιν: —
TAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)