APPENDIX SCHΟLIΟRUM.
Ad prop. XXX demonstr. quart.
Ad prop. XXXIII demonstr. alt.
ἀνάλογον τέμῃ τὰς τοῦ τριγώνου πλευράς, ἔστιν ἄρα ὡς ἡ ΕΖ πρὸς ΖΘ, ἡ ΒΗ πρὸς ΗΘ· ἴση δὲ ἡ ΕΖ τῇ ΒΗ· ἴση ἄρα καὶ ἡ ΖΘ τῇ ΗΘ.
Ad prop. XXXIV demonstr. alt.
Ad prop. XLV demonstr. alt.
τῷ Α γωνία δεδομένη ἐστίν, ἴση δὲ ἡ πρὸς τῷ Α ταῖς ∠, γωνίαις, ἡ ἐκτὸς δυσὶ ταῖς ἐντὸς καὶ ἀπεναν- τίον ἴση ἐστίν, ἴσαι δέ εἰσι καὶ αἱ ∠, Γ γωνίαι, ὥστε δεδομέναι εἰσὶν αἱ ∠, ∠ γωνίαι.
ἴση ἐστὶ δυσὶ ταῖς ἐντὸς καὶ ἀπεναντίον ταῖς ὑπὸ Α∠Γ, ∠ΓΑ ἴσαις οὔσαις ἀλλήλαις, ἡ ὑπὸ Α∠Γ ἄρα ἡμίσειά ἐστι τῆς ὑπὸ ΒΑΓ.
Ad prop. XLVI demonstr. alt.
Ad prop. LIV demonstr. alt.
γὰρ ἀεὶ λαμβάνει ἀοριστῶς λέγων.
Ad prop. LV demonstr. alt.
τοῦ νβ΄ ἀπὸ γὰρ ἑκάστης ἀναγράφοντες τετράγωνον ὁμοίως δείξομεν.
Ad prop. LXVII demonstr. alt.
ἐκθέμενοι εὐθέως τὴν αβ καὶ τῇ μὲν ΕΓ ἴσην τὴν αγ, τῇ δὲ ΑΖ τὴν γβ καὶ πρὸς ὀρ- θὰς ἀπὸ τοῦ γ τὴν γδ
ἴσην οὖσαν τῇ Γ∠ καὶ τὰ ἑξῆς ὡς ἐν τῷ ξδ΄ θεωρήματι.
τρίγωνον p. 206, 15] διπλάσιον γάρ, φησίν, ἔστιν αὐτοῦ. πῶς; ἐκκείσθω τις εὐθεῖα ἡ ηθ, καὶ κείσθω τῇ μὲν Γ∠ ἴση ἡ ηθ, τῇ δὲ ΑΖ πρὸς ὀρθὰς ἀχθεῖσα ἡ ηκ, καὶ συμπεπληρώσθω τὸ κθ παρ-
αλληλόγραμμον, καὶ ἔστω διαγώνιος ἡ θκ ἀντὶ τῆς Α∠· τὸ ἄρα ὑπὸ τῶν θη, ηκ ἐστι τὸ κθ, καί ἐστι δι᾿ αὐτοῦ ἡ θκ· διπλάσιον ἄρα ἐστὶ τοῦ κηθ τριγώνου· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς ἐστι τῆς ηθ καὶ ἐν ταῖς αὐταῖς παρ- 8 9 10 αλλήλοις ταῖς ηθ, κλ· καί ἐστι τὸ μὲν θκ παραλληλό- γραμμον ἴσον τῷ ὑπὸ τῶν ΑΖ, Γ∠, τὸ δὲ κηθ ἴσον τῷ ΑΓ∠ τριγώνῳ· διπλάσιον ἄρα τὸ ὑπὸ τῶν ΑΖ, Γ∠ τοῦ ΑΓ∠ τριγώνου.
διπλάσιόν ἐστιν; δείξομεν οὕτως. ἤχθω διὰ τοῦ Α τῇ Γ∠ παράλληλος ἡ ΑΗ καὶ διὰ τοῦ Η τῇ ΑΖ παράλληλος ἡ ΗΘ. δύο ἄρα παραλληλόγραμμά
ἐστι τὰ ΑΘ, Α∠ (ὑπό- κειται γὰρ καὶ ἡ ΑΓ τῇ Β∠ παράλληλος) ἐπὶ τῆς ΑΗ καὶ ἐν ταῖς αὐταῖς
παραλλήλοις ταῖς ΑΗ, Ζ∠· ἴσον ἄρα τὸ ΑΘ παραλληλό- γραμμον τῷ Α∠ παραλληλογράμμῳ. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΖ, ΑΗ ἐστι τὸ ΑΘ, ἴση δὲ ἡ ΑΗ τῇ Γ∠, καὶ τὸ ἄρα ὑπὸ τῶν ΑΖ, Γ∠ ἐστι τὸ ΑΘ διπλάσιον δὲ τὸ ΑΘ τοῦ ΑΓ∠ τριγώνου, ἐπεὶ καὶ τὸ Α∠· τὸ
ἄρα ὑπὸ τῶν ΑΖ, Γ∠ διπλάσιόν ἐστι τοῦ ΑΓ∠ τριγώνου.
Ad prop. LXVII demonstr. tert.
p. 208, 17–18] ἐὰν γὰρ λάβωμεν τὴν βα μίαν εὐθεῖαν ὡς ἄτμητον, τὴν δὲ δαγ μίαν μὲν καὶ αὐτήν, τετμη- μένην δὲ κατὰ τὸ α, γίνεται τὸ ὑπό τε τῆς ἀτμήτου
τῆς βα καὶ ἑκάστου τῶν τμημάτων τῶν δα, αγ ἴσον τῷ ὑπὸ συναμφοτέρου τῆς δαγ καὶ τῆς αβ διὰ τὸ α΄ τοῦ δευτέρου βιβλίου τῶν στοιχείων· ὥστε καὶ τὸ δὶς ὑπὸ τῶν βα, αδ μετὰ τοῦ δὶς ὑπὸ τῶν βα, αγ ἴσον
ἐστὶ τῷ δὶς ὑπὸ συναμφοτέρου τῆς γαδ καὶ τῆς αβ.
ἡ δα, τῇ δὲ ΑΓ ἡ αγ, καὶ ἀπὸ τοῦ α τῇ δγ πρὸς ὀρθὰς ἀνεστάτω ἡ αβ, καὶ κείσθω ἡ αβ τῇ ΑΒ ἴση. ἐπεὶ οὖν ὁ τῆς δαγ πρὸς γα λόγος ἐστὶ δοθείς, ὡς δὲ ἡ δαγ πρὸς
γα, οὕτως τὸ ὑπὸ δαγ, αβ πρὸς τὸ ὑπὸ γα, αβ, καὶ τοῦ ὑπὸ δαγ, αβ πρὸς τὸ ὑπὸ γα, αβ ἄρα λόγος ἐστίν. ἔστι δὲ καὶ τοῦ ὑπὸ τῶν γα, αβ πρὸς τὸ αβγ τρίγωνον λόγος δοθεὶς διὰ τὸ ξς΄ θεώ-
ρημα· καὶ τὸ ὑπὸ δαγ, αβ ἄρα πρὸς τὸ αβγ τρίγωνον λόγος ἐστὶ δοθεὶς διὰ τὸ η΄ θεώρημα.
διὰ τοῦ ζ παράλληλον ἀγάγωμεν τῇ αβ, ἔπειτα ἀφέλωμεν τὸ ὑπὸ τῶν βαζ, καταλείπεται, τὸ ζη παρ- αλληλόγραμμον, ὅ ἐστιν
ὑπὸ τῶν βα, ζγ· τῇ γὰρ βα ἴση ἐστὶν ἡ ζκ.
εἰ γὰρ τὴν ΖΓ ἐπʼ εὐθείας τῆς ΕΓ νοήσωμεν καὶ κοινὸν ὕψος τὴν ΒΑ, ἔσται τὸ λεγόμενον δῆλον· ὡς γὰρ ἡ ΕΓ βάσις πρὸς τὴν ΓΖ βάσιν, οὕτως τὸ ΕΑ παραλληλόγραμμον, τουτέστι τὸ ὑπὸ τῶν ΕΓ, ΒΑ, πρὸς τὸ ΑΖ παραλληλόγραμμον, τουτέστι τὸ ὑπὸ τῶν
ΖΓ, ΑΒ.
Ad prop. LXVII demonstr. quart.
ἔσται ἴση ἡ ε τῇ η. ἀλλὰ δὴ ἔστω ὀξεῖα ἡ ὑπὸ δεζ. καὶ ἤχθω κάθετος ἀπὸ μὲν τοῦ δ ἐπὶ τὴν εζ ἡ δθ, ἀπὸ δὲ τοῦ α ἐπὶ τὴν βγ ἡ αη, καὶ συνεστάτω πρὸς 21 22 τῇ αη εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ α τῇ ὑπὸ εδθ ἴση ἡ ὑπὸ ηακ· λοιπὴ ἄρα ἡ ὑπὸ δεζ ἴση ἐστὶ τῇ ὑπὸ ακη. ἀλλὰ δὴ ἔστω ἀμβλεῖα ἡ ὑπὸ δεζ. ἐκ- βληθείσης ἄρα τῆς ζε ὀξεῖα ἔσται ἡ ὑπὸ δελ. κάθετος
οὖν ἤχθω ἡ δλ, καὶ τῇ ὑπὸ λδε ἴση κείσθω ἡ ὑπὸ ηακ. λοιπὴ ἄρα ἡ ὑπὸ δελ ἴση ἐστὶ τῇ ὑπὸ ακη, ὥστε καὶ ἡ ἐφεξῆς ἡ ὑπὸ δεζ τῇ ἐφεξῆς τῇ ὑπὸ ακγ ἴση ἐστίν.
Τουτέστι τὸ ὑπὸ τῶν ΕΓΒ p. 214, 6–7] ἐὰν γὰρ εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ὑπὸ τῆς ὅλης
καὶ ἑνὸς τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ τε ὑπὸ τῶν τμημάτων καὶ τῷ ἀπὸ τοῦ προ- ειρημένου τετραγώνῳ.
ἐστὶ τῷ ἀπὸ τῆς δευτέρας.
Ad prop. LXVIII demonstr. alt.
ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας τὸ ὅμοιον καὶ ὁμοίως ἀνα- γραφόμενον, καὶ λοιπὸν ὡς ἐπὶ εὐθειῶν γεγονέτω, ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως ἡ Κ πρὸς Λ.
ἔχει ἡ Γ∠ πρὸς ΕΖ καὶ ἡ ΘΓ πρὸς ΕΗ.
Ad λῆμμα τοῦ ἐπάνω p. 224.
Ad prop. XCI demonstr. alt.
ἐν τοῖς ὅροις· ὅ τε γὰρ λόγος τῆς Α∠ πρὸς τὴν ∠Ζ δέδοται, ἐπειδήπερ ἑκατέρα τῶν Α∠, ∠Ζ δέδοται διὰ τὸ α΄, καὶ αἱ γωνίαι δεδομέναι εἰσίν· ὀρθαὶ γάρ.
Ad prop. XCIII demonstr. alt.
τέμνει τὴν ὑπὸ ΑΓΒ. ἐπεὶ οὖν τριγώνου τοῦ ΓΕΒ ἐκτός ἐστιν ἡ ὑπὸ ΑΓΒ, ἴση ἐστὶ ταῖς ὑπὸ ΓΕΒ, ΕΒΓ· αἱ δὲ ὑπὸ ΓΕΒ, ΕΒΓ τῆς ὑπὸ ΕΒΓ διπλαῖ εἰσιν· ἴσαι γὰρ ἀλλήλαις εἰσίν, ἐπεὶ καὶ πλευρὰ ἡ ΕΓ πλευρᾷ τῇ ΒΓ ἴση· διπλῆ ἄρα καὶ ἡ ὑπὸ ΑΓΒ τῆς ὑπὸ ΓΒΕ.
ἔστι δὲ καὶ τῆς ὑπὸ ΑΓ∠ διπλῆ· ἴση ἄρα ἡ ὑπὸ ΑΓ∠ τῇ ὑπὸ ΓΒΕ.
Ad prop. XCIII demonstr. tert.
εναντίον αἱ ὑπὸ ΑΒ∠, ∠ΓΑ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἀλλὰ καὶ αἰ ὑπὸ ∠ΓΑ, ∠ΓΖ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. κοινῆς ἀφαιρουμένης τῆς ∠ΓΑ ἡ ὑπὸ ΑΒ∠ τῇ ὑπὸ ∠ΓΖ ἐστιν ἴση.
ἐπειδὴ γάρ, ὡς εἴρηται ἐν τῇ κατασκευῇ τοῦ qγ΄ θεω- ρήματος, τῆς Α γωνίας δίχα τμηθείσης καὶ τῶν τῆς βάσεως τμημάτων τὸν αὐτὸν ἐχόντων λόγον ταῖς πλευ- ραῖς συνήγετο, ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα
τὰ ἑπόμενα, τουτέστιν ὡς ἡ ΑΒ πρὸς ΒΕ, οὕτως συν- αμφότερος ἡ ΒΑΓ πρὸς ΒΓ· ἀλλʼ ἐπεὶ ἰσογώνιον τὸ ΑΒΕ τρίγωνον τῷ ΓΕ∠ τριγώνῳ, ἔστιν ὡς ἡ ΑΒ 31 32 πρὸς ΒΕ, οὕτως ἡ Γ∠ πρὸς ∠Ε· ἔστιν ἄρα καὶ ὡς συναμφότερος ἡ ΒΑΓ πρὸς ΒΓ, οὕτως ἡ Γ∠ πρὸς ∠Ε. τὸ ἄρα ὑπὸ πρώτης καὶ τετάρτης, τουτέστι τὸ ὑπὸ συν- αμφοτέρου τῆς ΒΑΓ καὶ τῆς Ε∠ ἴσον τῷ ὑπὸ δευτέρας
καὶ τρίτης, τῷ ὑπὸ τῶν ΒΓ, Γ∠· δοθὲν δὲ τὸ ὑπὸ τῶν ΒΓ, Γ∠· δοθεῖσα γὰρ ἑκατέρα τῶν ΒΓ, Γ∠ διὰ τὸ πη΄· ἡ μὲν γὰρ Β∠ ἀπολαμβάνει τμῆμα τὸ ΒΑΓ∠ ἔχον δεδομένην γωνίαν τὴν ὑπὸ ΒΑ∠, ἡ δὲ Γ∠ τὸ τμῆμα ἔχον δοθεῖσαν γωνίαν τὴν ὑπὸ ∠ΑΓ· δοθὲν
ἄρα καὶ τὸ ὑπὸ συναμφοτέρου τῆς ΒΑΓ καὶ τῆς Ε∠.
Scholia in Euclidis Data. Scholia in Euclidem. ed. Heinrich Menge. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.