τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς.
εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ
Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται.
πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν
αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται.
αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον.
γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις.
τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας.
ἂν εἴποι, ἕκαστος τὸ ἀρεστὸν αὐτῷ ποιησάτω, τινὰ οὐ βιάζομαι, τὴν προαίρεσιν δείξας, ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
ἐξ αὐτοῦ βλαστήσας, ἀστὴρ δὲ πρωινὸς, ὡς ἐν τῷ πρωὶ ἀνατείλας ἡμῖν τριήμερος, καὶ ἐν τῇ μετὰ τὴν νύκτα τοῦ παρόντος βίου πρωϊνῇ τῆς κοινῆς ἀναστάσεως τοῖς ἁγίοις ἐπιφανησόμενος, τὴν ἡμέραν αὔξων τὴν ἀτελεύτητον.
προσθεῖναι μηδὲ ἀφελεῖν, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν διαλεκτικῶν συλλογισμῶν ἡγεῖσθαι ἀξαοπιστοτερα καὶ σεμνότερα.
ἑπόμενον, τὸ “ ἔρχου Κύριε Ἰησοῦ Χριστὲ· περιπόθητος γὰρ τοῖς ἁγίοις ἡ τοῦ Χριστοῦ παρουσία, ὡς τὸν μισθὸν τῶν εἰργασμένων ἀποδώσοντος πολυπλασίονα. ὅθεν καὶ ἡ παροῦσα βίβλος ἁγία καὶ θεόπνευστος, πρὸς τὴν μακαρίαν λῆξιν ὁδηγοῦσα τοὺς ἐντυγχάνοντας, τῆς τῶν ἐντολῶν τηρήσεως μισθὸν, τὴν ἐκ Θεοῦ δάξαν
παρέχουσα. ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ζωοποιῷ Πνεύματι, πρέπει δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.