παρῆλθεν, ἀντὶ τοῦ ἠλλάγη, καὶ τὴν εἰς τὸ κρεῖττον ἐδέξατο κατά- στασιν. περὶ δὲ τῆς θαλάσσης φησὶν, ὅτι οὐκ ἔστιν ἔτι. τίς γὰρ χρεία θαλάσσης δὴ δεομένων ἀνθρώπων τοῦ πλέειν αὐτὴν, ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργού- μένα ἀγώγιμα, καὶ τὸν ταραχώδη βίον καὶ πολυκύμονα σημαινούσης, μὴ αὐτῆς εἶναι τότε χρεία; οὐδὲν γὰρ ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται.
τῆς ἐπὶ τὸ φαιδρότερον γνώρισμα, ἧς ἡ ἄνω ἱερουσαλὴμ τεύξεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἄνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν Θεὸν ἡμῶν. αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων συναρμολογεῖται λίθων, ἀκρογωνιαῖον δὲ τὸν Χριστὸν ἔχουσα. λέγεται δὲ πόλις μὲν, ὡς
τῆς βασιλίδος Τριάδος οἰκητήριον· νύμφη, ὡς κολλωμένη τῷ δεσπότῃ καὶ συναπτομένη εἰς ἄκραν καὶ ἀδιάστατον συνάφειαν. κεκοσμημένη δὲ ὡς ἔσωθεν κατὰ τὸν ψαλμῳδὸν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.
τοῖς ἁγίοις τὴν εὐφροσύνην τὴν ἄληκτον. τὸ δὲ “ τὰ πρῶτα “ ἀπῆλθε,” σημαίνει, ὅτι ἡ τῶν ἁγίων κακοπάθεια, καὶ τῶν ἀσεβῶν ἡ ἀλαζονεία πέρας εἴληφεν ἑκατέρῳ τούτων κατάλληλον.
καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γινωσκόμενοι. ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστὸς, ὡς πρῶτος διὰ τὴν θεότητα καὶ ἔσχατος διὰ τὴν ἀνθρωπότητα, καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν κινῶν πρόνοιαν.
ἐντρυφῶν ἀγαθοῖς.
λαμπρότητα, καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν ἐργασώμεθα, σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῆ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας
καταδικασθήσεσθαι.
Ἐκκλησίας τῷ ἁγίῳ ὑποδείκνυσιν. καλῶς δὲ τὴν νύμφην τοῦ ἀρνίου γυναῖκα φησιν· ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη Χριστὸς, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τῷ Χριστῷ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου
ὑπνώσαντι τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ αἵματος ἡ Ἐκκλησία συστᾶσα τῷ τυθέντι δι’ ἡμᾶς ἥρμοσται.
ἐπ’ ὄρος δὲ μέγα τὴν ἀνηγμένην καὶ ὑπερκόσμιον τῶν ἁγίων ζωὴν, ἐν ᾗ ἡ γυνὴ τοῦ ἀρνίου, ἡ ἄνω Ἱερουσαλὴμ, ὑπὸ Θεοῦ κοσμηθήσεται καὶ δοξασθήσεται.
πολύτροπον διαγραφῆναι δύναται.
τὸν Πατέρα ἐσχήκαμεν, καὶ αὐτοὶ δὲ συνεργούμενοι ὑπὸ Ἀγγέλων ιβ τῶν προυχόντων τῷ Θεῷ κατὰ τὴν ἀγχιστείαν τὴν ἐν ἁγιότητι. εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν Ἄγγελον ἔσεσθαι φύλακα πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελιωταῖς τῆς Ἐκκλησίας ἔδει τοὺς ἐν Ἀγγέλοις πρωτεύοντας συνεργοὺς πρὸς τὸ ἀγγελικὸν
κήρυγμα νοεῖσθαι ἀκόλουθον. τὰ δὲ ὀνόματα τῶν φυλῶν τοῦ νοητοῦ Ἰσραὴλ ἐπὶ ταῖς ἀποστολικαῖς εἰσόδοις γέγραπται. ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο. καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς Ἀποστόλοις
προσμαρτυρεῖ, καθὼς ὁ Παῦλος φησὶν, “ ἔχειν τὴν “ μέριμναν πασῶν τῶν ἐκκλησιῶν.”
τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζωοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὲς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως.
ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν.
ἀρχιερέως πάλαι ἀνεφέροντο. οἱ δὲ δ' παρηλλαγμένοι εἰσὶν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν, καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ Ἀπόστολοι τοίνυν πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐκφαινόμενοι κεκόσμηνται.
ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ ὁ Ἀπόστολος Ἀνδρέας, ὡς ἀναφθεὶς ἐκ τοῦ Πνεύματος.
τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι κήρυγμα, τὸ φαιδρύνον ἐλαίῳ τὴν ἐξ ἁμαρτημάτων ἡμῶν κατήφειαν, καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τοῦ πολυτίμου τῆς θεολογίας χαρισματος.
ἐδέξαντο.
Ματθαίου ψυχὴ δηλοῦται, πεπυρωμένη τῷ θείῳ ζήλῳ, καὶ κεκοσμημένη τῇ τοῦ οἰκείου αἵματος διὰ Χριστὸν ἐκχύσει, ἐξιωμένη τε διὰ τοῦ Εὐαγγελίου τοὺς τῇ καρδίᾳ τυφλώττοντας, καὶ γάλα τοὺς ἀρτιγενεῖς τῇ πίστει ποτίζουσα.
ἴσως σημαίνεσθαι, τοῦ θείου πυρὸς ἐν τῇ τῶν γλωσσῶν διανομὴ καταξιωθέντος, καὶ τὸν τοῦ ἐκπεπτωκότος τόπον ἀναπληρώσαντος, πόθῳ τῆς πρὸς τὸν ἐκλεξάμενον εὐαρεστήσεως.
καὶ τὴν ὁδὸν ἐπέγνωμεν, ιβ εἰσὶ μαργαρῖται, ἐξ ἑνὸς πολυτιμήτου μαργαρίτου Χριστοῦ τὴν διαύγειαν κτησάμενοι.
τὸ πολυτελὲς καὶ εὔχρουν, ὡς χρυσίον, διὰ δὲ τὸ καθαρὸν, ὡς κρύσταλλον, ἐθεάσατο.
ζωοποιὸν Πνεῦμα συντέτακται. ἀκταὶ.
ἠνεῶχθαι πᾶσιν, πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ οὐ νύξ· ἡ γὰρ νὺξ τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται.
ἐν τῇ πόλει ἐκείνῃ ἐκείνῃ ὄντ’ αἰ. πᾶν δὲ κοινὸν καὶ ἀκάθαρτον ἐκεῖ οὐκ εἰσελεύσεται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ;
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.