Βαβυλῶνος ἐξεδίκησεν, καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τὸ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτὴ κολάσεων ἀνεπίληστον, ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μὲν, αἰωνίως δὲ ὅμως,
ἐν τῷ μέλλοντι κολασθήσεσθαι.
δὲ καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες, μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλουργὸν Θεὸν ὑμνήσουσιν.
ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ᾿ ὧν καὶ ἅπαν τὸ τῶν σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε 1 δὲ ὁ Χριστὸς, ὣν φυσικῶς ὡς δημιουργὸς ἐδέσποζε, τούτων διὰ τῆς ἐνανθρωπήσεως βασιλεύσας, ἣ κατὰ γνωμικὴν οἰκείωσιν, ἣ ἐξουσίαν βασιλεῖ καὶ κριτῇ πρέπουσαν. γάμον δὲ ἀρνίου τὴν τῆς Ἐκκλησίας πρὸς τὸν Χριστὸν συνάφειαν φησὶν, ἧς ἁρμοσταὶ οἱ θει-οι γεγόνασιν Ἀπόστολοι, δι’ ωτν αὐτῇ ὁ ἀρραβὼν ἐδόθη τοῦ
Πνεύματος, ὡς ἀποληψομένην τότε τὴν πρόσωπον κατὰ πρόσωπον εἰλικρινῆ συνάφειαν.
γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη ἐναρμόνιος, ἧς μακάριοι οἱ τευξό- τευξόμενοι, καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν, πολυωνύμως ἡ
τούτων μετοχὴ προφέρεται· ποτὲ μὲν ὡς βασιλεία οὐρανῶν διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀν- έκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν· ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος, οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ
τὴν εἰλικρινῆ καὶ ἄρρητον τοῦ Θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνά- φειαν, τοσοῦτον ὑπεραίρουσα τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοι- νωνίαν, ὅσον φῶς σκότους, καὶ μύρον δυσωδίας διέστηκεν.
προλέγοντα· ἡ γὰρ εἰς Χριστὸν ὁμολογία, ἤγουν μαρτυρία αὕτη χορηγός ἐστι προφητικοῦ πνεύματος. καὶ ἑτέρως δὲ νοητέον, ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιωθῇ ἡ Χριστοῦ μαρτυρία καὶ ἡ πίστις ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσ- κύνει, ἀλλὰ τῷ πάντων τὸ κράτος ἔχοντι.
βασιλείαν τῶν ἐν οὐρανῷ καὶ γῇ αἰνίττεται· τοσαῦτα γὰρ ὅσα καὶ τὰ ἐν Ἀγγέλοις τάγματα, καὶ τὰ ἐπὶ τῆς γῆς σκῆπτρα καὶ τὰ ἐν ἁγίοις ἀνθρώποις συστήματα, ἣ τὰ ἐν πάσαις ταῖς περὶ ἡμᾶς οἰκονομίαις κατὰ τῶν ἁμαρτωλῶν διὰ μακροθυμίας νίκην.
ἀνέφικτος ἑαυτῷ μόνῳ, σὺν τῷ Πατρικαὶ τῷ Πνεύματι γινωσκόμενος.
τῆς υἱϊκῆς ὑποστάσεως, καὶ τῆς ἀπαθοῦς ἐκ πατρὸς γεννήσεως, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἣ τῷ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἣ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως.
Διὰ τούτων αἱ οὐρανίαι τάξεις σημαίνονται, τῷ λεπτῷ τῆς οὐσίας καὶ τῷ τῶν νοημάτων ὑψηλῷ καὶ λαμπρῷ τῶν ἀρετῶν κατηγλαισμέναι, καὶ τῆς ἀκριβοῦς πρὸς Θεὸν ἑνώσεως.
ἁμαρτωλοῖς κόλασιν κατὰ δίκαιον κρίμα καὶ πρόσταγμα ἐκ τοῦ θείου στόματος ἐκφερόμενον, δι’ οὗ τῇ ἀθραύστῳ τῶν ἀπεράντων κολάσεων πρὸς ἀνενεργησίαν τῆς πολυσχεδοῦς κακίας ποιμαν- θήσονται. τὴν δὲ ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ πατεῖ, ὅτι ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλ’ αὐτῷ τὴν κρίσιν ὡς ἀνθρώπῳ δέδωκεν, ἣν φυσικῶς ὡς Υἱὸς ἀρχῆθεν ἐκέκτητο.
καθ’ ἣν Θεὸς ὢν, σαρκὶ πέπονθεν, καὶ ἄνθρωπος ὑπάρχων, Βασιλεύς βασιλέων ἐστὶ καὶ Κύριος κυρίων, τῶν βασιλευσάντων τῶν παθὼν, καὶ τὸ κῦρος καὶ τὸ κράτος κάτα τῆς ἁμαρτίας κτησαμένων διὰ Χριστοῦ, καὶ συμβασιλευσάντων αὐτῷ ἐν τῷ μέλ- λοντι.
ὠνόμασεν, οἷς τροφή ἐστιν ἡ τοῦ θείου θελήματος ἐκπλήρωσις. ἐν μεσουρανήματι δὲ, ἵνα καὶ τοῖς Ἀγγέλοις καὶ τοῖς ἀνθρώποις μεθεκτὴ ἡ ἄνοδος, καὶ ἡ προλεχθεῖσα εὐφροσύνη γένηται, ὧν ἡ μεσιτεία ἀναγωγικὴ τῶν κάτω καθέστηκεν, δι’ ὧν οἱ ἅγιοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἁρπάζονται.
βρῶσιν οἰκείαν ἐκάλεσε. τοῦτο τοίνυν ἐνταῦθα δεῖπνον Θεοῦ ὀνομάζεται, μάζεται, τυγχάνον τῶν ἀνθρώπων ὧν ἕκαστος δι’ ἔργων ἐπεθύμησεν ἢ βασιλείας ἢ τιμωρίας. διὰ δὲ τῆς βρώσεως τῶν σαρκῶν αημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται, οὐχ ὡς αὐτῶν ἀναστησομένων,
ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς θηλυμανεῖς, ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα. διὰ δὲ τῶν ἐπιβατῶν αὐτῶν, τοὺς ἐν κακίᾳ προὔχοντας αἰνιττόμενος· ὃ καὶ παρακατιὼν ἐσαφήνισεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μικρῶν τε καὶ μεγάλων. διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας. διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον ἣ κατὰ γνώμην ἣ καθ’ ἡλικίαν ἢ κατὰ ἀσθένειαν.
τὸ πολυσχεδὲς τῆς ἁμαρτίας, καίπερ ἐλάχιστον μέρος τῶν Ἀγγελικῶν δυνάμεων καὶ ἰσαγγέλων ἀνθρώπων ὑπάρχοντας τοὺς τῷ Χριστῷ ἑπομένους, ἑνικῶς στράτευμα εἶπε, διὰ τὸ τῆς γνώμης ἑνιαῖον θέλημα.
προστάγματος, εἰκὸς εὑρίσκεσθαι τοὺς δύο ζῶντας ἐν ἀφθάρτῳ τῷ σώματι μετὰ τὴν καταργηθεῖσαν αὐτῶν ὑπὸ Θεοῦ δυναστείαν, τῷ πυρὶ τῆς γεέννης παραδίδοσθαι, ἥτις αὐτοῖς ἔσται θάνατος καὶ ἀναίρεσις τῷ θείῳ τοῦ Χριστοῦ προστάγματι.
καὶ τούτους φησὶ κοινωνῆσαι τοῖς ἀπατήσασιν αὐτοῖς τοῦ δευτέρου μόνου θανάτου τῆς αἰωνίου κολάσεως. τὸ δὲ χορτασθῆναι τὰ ὄρνεα τῶν σαρκῶν αὐτῶν, ἣ κατὰ τὸ προαποδοθὲν καὶ νῦν ἐξέλαβεν, ἢ ὅτι τοῖς ἁγίοις προσκορής ἐστιν καὶ ἐπαχθὴς καἰ βδελυκτὴ σαρκικὴ κίνησις.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.