πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον καὶ φωτιστικὸν ὑπερνικῶν σέλας.
ἅτε θηρίων καὶ πνευμάτων ἀκαθάρτων μελλούσης πληροῦσθαι, διὰ τὴν παντελῆ ἐρήμωσιν. ἔθος γὰρ τοῖς τε θηρίοις τοῖς τε πονηροῖς δαίμοσι, τὰς ἐρήμους διώκειν, διά τε τὴν θείαν οἰκονομίαν τῆς αὐτῶν βλάβης τοὺς ἀνθρώπους ἐλευθερούσης, διά τε τὸ οἰκεῖον μισάνθρωπον. πῶς δὲ τοῦ οἴνου τῆς πορνείας τῆς
ἰδίας τὰ ἔθνη ἐπότισεν ἡ παροῦσα Βαβυλών; ἢ πάντως καθηγεμων πάσης παρανομίας τούτοις γινομένη, καὶ ταῖς ὑπηκόοις πόλεσι διὰ δώρων ἄρχοντας, ἐχθροὺς τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἐκπέμπουσα.
τὰς εἰς τοὺς συνδούλους γενομένας παρ’ αὐτῆς κακώσεις. διπλοῦν δὲ τὸ ποτήριον φησὶν, ἢ διὰ τὸ κἀνταῦθα καὶ τῷ μέλλοντι τοὺς λίαν ἁμαρτωλοὺς κολάζεσθαι, ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πρᾶξις κοινὴ καὶ καθ’ ὧν ἡ κόλασις, διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος, διπλᾶ ὀργιζομένης, τὰ καὶ αὐτῆς τῆς
ἀκράτου δικαιοσύνης ἀποδέοντα, διὰ τὸ τὴν ἁμαρτίαν ἔχειν, καὶ ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κόλασιν.
λοιμοῦ φθαρήσεσθαι, καὶ πυρὸς κατακαυθήσεσθαι. ἢ καὶ αὐτῆς τῆς ἡμέρας τὸν δρόμον, ἣ ταῦτα αὐτῇ προφητεύει πείσεσθαι. μετὰ γὰρ τὸ ἐγκρατεῖς γενέσθαι τοὺς ἐχθροὺς τῆς πόλεως, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν τοῖς ἡττηθεῖσιν ἐπαγαγεῖν κάκωσιν, καὶ πολυειδεῖς θανάτου τρόπους· ἰσχύοντος τοῦ Θεοῦ κολάζειν
τοὺς ἀμετανοήτως ἐξαμαρτάνοντας.
δύνασθαι ἐν αὐτῇ ἐμπορεύεσθαι. τῶν γὰρ ἐν δυναστείᾳ καὶ τρυφῇ φθειρομένων περιττὴ ἡ τούτων ὠνὴ καὶ κατάχρησις.
μᾶλλον ἀνθρώποις ἡ τῶν περισσῶν κτῆσις περισπούδαστος διὰ τρυφὴν ἄμετρον. διὰ δὲ τοῦ ῥαίδων, τὰ ὀχήματα εἰκὸς σημαίνεσθαι· ῥαιδιοὺμ γὰρ Ῥωμαϊστὶ τὸ ὄχημα, ἡ δὲ τούτου γενικὴ πληθυντικὴ ῥαιδιόρουμ, ἥτις κατὰ συγκοπὴν ῥαίδων γέγονεν.
αὐτῇ θρήνων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος, ὅπερ πείσεται ἡ τὸ πρὶν αὐχοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι.
κλύδωνι, ἀλλ’ εἰκὸς καὶ τὴν ταῦτα πάσχουσαν πόλιν, αἰσθητῇ θαλάσσῃ γειτνιῶσαν, τὰ παρὰ τῶν ἐν αὐτῇ πλεόντων δεχομένῃ, πένθους τούτοις διὰ τῆς οἰκείας ἐρημώσεως ὑπόθεσιν ἔσεσθαι. ταὐτὸν δὲ παθεῖν ἐπάναγκες καὶ τοὺς τῆς παγκοσμίου Βαβυλῶνος, ἤγουν συγχύσεως ἐμπόρους, ἐν τῇ συντελείᾳ τῶν ὁρωμένων θρηνεῖν
ἀπαραμύθητα, τῶν ἡδέων τοῦ παρόντος βίου ἀβουλήτως χωριζομένους, καὶ ὑπὸ τοῦ συνειδότος ἐπὶ ταῖς οἰκείαις πράξεσι κεντουμενους.
τῶν θείων ἐντολῶν ἀτιμασθέντες, ἅτε ἐμβοήσαντες ἀνόνητα τοῖς τῆς λεχθείσης πόλεως οἰκήτορσιν· ἢ ὡς ἐν τῆ καθ’ ὅλης τῆς γῆς συγκεχυμένῃ δυναστείᾳ διὰ τὸν Θεὸν σφαγιασθέντες, ὅτι τοῖς λογίοις αὐτοῦ διηκονήσαντο· ὅθεν οἱ μὲν προφῆται ὑπὸ Ἰουδαίων, οἱ δὲ Ἀπόστολοι ὑπὸ τῶν ἐθνῶν, οἷς μάλιστα τὸν λόγον
ἐκήρυξαν, ἀπεκτάνθησαν. οὐχ ὡς χαιρέκακοι δὲ τῇ τῶν παιδειῶν ἐπιφορᾷ χαίρουσιν, ἀλλ’ ὡς ἐπιθυμίαν διάπυρον περὶ τὴν διακοπὴν τῆς ἁμαρτίας ἔχοντες, ὡς ἂν οἱ ταύτῃ δουλωθέντες ἡμερωτέρας τύχωσιν ἐν τῷ μέλλοντι τῆς κολάσεως, δι’ ὧν ἐνταῦθα μαστίζονται.
δὲ αἰτίαν φησὶν, ὅτι πάντα τὰ ἔθνη τῇ οἰκείᾳ φαρμακείᾳ ἐπλάνησεν, καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων δοχεῖον γέγονεν· δι’ ὧν ἁπάντων τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα διὰ τούτων δηλοῦσθαι εἰκὸς, ὡς πολλῶν ἁγίων κατὰ διαφόρους καιροὺς μέχρι τοῦ νῦν δεξαμένην αἵματα, καὶ ὡς μαγείαις καὶ ἀπάταις διηνεκῶς
χαίρουσαν· καὶ τοῦτο ἡμῖν εὐχῆς ἔργον ταύτην τὰ προφητευθέντα δέχεσθαι, τῆς κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων ἀλαζονείας τὰ ἐπίχειρα.
τῆς Ἐκκλησίας διδασκάλων κατὰ τῆς παρὰ Ῥωμαίοις Βαβυλῶνος ταῦτα φάναι προφητεύεσθαι, διὰ τὸ ἐν τῷ δ θηρίῳ ἑωρᾶσθαι τὰ δέκα κέρατα, τουτέστιν ἐν τῇ Ῥωμαίων ἀρχῇ, καὶ ἐξ αὐτῆς τὸ ἐκβλαστάνον ἐκριζοῦν τὰ τρία, καὶ τὰ λοιπὰ ὑποτάττον, καὶ ὣς βασιλέα Ῥωμαίων ἐλεύσεσθαι· προσχήματι μὲν τοῦ θάλπειν καὶ συγκροτεῖν τὴν ἀρχὴν αὐτῶν, τῆ δὲ ἀληθείᾳ τοῦ τὴν τελείαν αὐτῆς λύσιν ἐργάσασθαι. διὸ ὡς εἴρηται, τὴν ὡς ἑνὶ σώματι ἀρχῆθεν μέχρι τοῦ νῦν κρατήσασαν βασιλείαν ταύτην τις ἐκλαβὼν, ὡς ἀληθῶς καὶ Ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων ἐκχεάσαν
αἵματα, οὐκ ἂν διαμάρτοι τοῦ προσήκοντος. καὶ γὰρ εἷς χορὸς καὶ στρατὸς καὶ μία πόλις λέγονται, κἂν ὑπαλλαγῶσιν οἱ ἀναπληροῦντες τούτων ἕκαστον. οὕτως καὶ βασιλεία μία, κἂν εἰς πολλοὺς χρόνους καὶ τόπους μερίζηται.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.