ΚΕΦ. Ξ.
ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ ἐκράτησε τὸν δράκοντα τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστιν ὁ διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην. καὶ ἔδησεν αὐτὸν χίλια
ἔτη. καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη,
ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. καὶ μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
αὐτοῦ, ἐκ τῶν χειρῶν αὐτοῦ ἐλυτρώσατο, καταδικάσας αὐτὸν εἰς τὴν ἄβυσσον. τοῦτο δὲ δείκνυται ἐκ τῶν δαιμόνων τῶν παρακαλούντων αὐτὸν μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον. ὅτι δὲ δέδεται, τεκμήριον ὁ τῆς εἰδωλολατρείας ἀφανισμὸς καὶ τῶν εἰδωλικῶν ναῶν ἡ καθαίρεσις, καὶ τῶν ἐπιβωμίων λύτρων ἡ ἔκλειψις, καὶ ἡ
παγκόσμιος τοῦ θείου θελήματος ἐπίγνωσις. ὁ μέγας δὲ Ἰουστῖνος φησὶν ἐν τῇ πρώτῃ τοῦ Χριστοῦ παρουσίᾳ γνῶναι τὸν διάβολον, ὅτι καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν τοῦ πυρὸς γέενναν. δυνατὸν τοίνυν, ὡς οἷμαι, διὰ τῶν προλεχθέντων καὶ τὴν τοῦ Χριστοῦ κατὰ τοῦ διαβόλου νοεῖσθαι ἀπόφανσιν. ἄγγελον δὲ
τῇ τοιαύτῃ ἀποφάνσει διακονούμενόν φησιν, ἵνα δείξη καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν, καὶ μάτην κατὰ τῆς τῶν πάντων κρατούσης ἀρχῆς θρασυνόμενον.
διέκδοσιν, ἅλυσιν δὲ, τὴν καθεκτικὴν τῆς πονηρίας ἐνέργειαν. χίλια δὲ οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ νοεῖν εὔλογον. ἣ γὰρ τῶν πολλῶν, ἢ τοῦ τελείου σημαντικὸν τὸν τῶν χιλίων ἀριθμὸν εἰκάζομεν. χίλια ἔτη τοίνυν, εἴτε τὰ ἀπὸ τῆς Χριστοῦ παρουσίας ἕως τῆς τοῦ Ἀντιχρίστου ἐνδημίας, εἴτε δεκάκις ἑκατὸν, εἴτε καὶ τούτων ἀποδέοντα, οὐχ ἡμῶν ἐστι γνῶναι τὸ ἀκριβὲς, ὅτι μηδὲ θνητῇ φύσει γνῶναι χρόνους ἣ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδία ἐξουσία.
ἀρχῆς κόσμου. διὸ καὶ κολοβωθῆναι φησι τὰς ἡμέρας ταύτας διὰ τοὺς ἐκλεκτούς.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.