ΚΕΦ. ΝΘ.
οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῆ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ. καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σάρκων ἀυτῶν.
τὸν Ἀντίχριστον. i περὶ δὲ τούτου καὶ ἡμεῖς εἰρήκαμεν. Ψευδοπροφήτην δὲ τοῦτον ὃν εἰς τύπον Ἰωάννου τοῦ βαπτιστοῦ ὁ διάβολος εἰς μίμησιν τῆς ἀληθινῆς Χριστοῦ ἐπιδημίας προοδοποιὸν τοῦ Ἀντιχρίστου. *θεν γὰρ τὸ ψεῦδος τὸ ἀληθὲς ὑπὸ νω** μετέρχεσθαι. διὸ τερατώδεσι σημείοις τοῦ Ἀντιχρίστου προδρα**
ἠπάτησε τούτους τῷ γνωρίσματι σημείου ἐνεσημαν** καὶ υποπτώσει τοῦ διαβόλου εἰκόνος οὐκ ἄλλος εἰ μὴ Ἀντίχριστος τῆς τοῦ διαβόλου κατέστησαν ἑαυτοὺς μερίδος. ὡς γὰρ Ἰησοῦς Χριστὸς καὶ Θεὴ εἰκὼν τοῦ Θεοῦ ἀοράτου διὰ τῆς αὐτοῦ θεανδρικῆς ὑποστάσεως χρηματίζει, οὕτως καὶ ὁ ἀντὶ τοῦ κατ’ οὐσίαν
ἀοράτου διαβόλου κατ’ ἐνέργειαν τῇ ὁρατῇ * * ὑποστάσει ἴν- [δαλμα] καὶ εἰκὼν χρηματίσει.
ἀμφιεννύμενον· ἀλλά τινα δαίμονα εἶναι αὐτὸν τὰ δευτερεῖα μετά γε τὸν διάβολον φερόμενον. τοὺς μὲν οὖν ἀσωμάτους πῦρ ὑπολαμβάνειν * * τί πυρὸς φλέγειν ἔχον διὸ ειῳ ἐξομοιοῦσθαι τῷ παρ’ ἡμῖν θεάφῳ (sic) λεγομένῳ. τούτους μὲν οὖν τοιαύτης ἀξιοῦσθαι καταδίκης. τοὺς δὲ λοιποὺς, οἳ τὸν πολεμικὸν συνεπλήρουν
αὐτοῖς στόλον ἀνθρώπους τας θανάτῳ τὴν ἀξίαν ἀποτίνειν. θάνατος γὰρ ἐπὶ τοῦ Σατανᾶ ἁπλῆς φύσεως, εἶτα καὶ τοῦ Ἀντιχρίστου μηδαμῶς ἐνεργεῖν. εἴγε τοῦ συνθέτου διάλυσιν ἴσμεν τὸν θάνατον. διόπερ ὡς ἁπλῶν τὴν οὐσίαν μὴ πεφυκότων ἀποθνήσκειν τὸ πεφυκὸς πῦρ ὅτι * * τοῦτο πρὸς τιμωρίαν ὑποδέξεται.
ῥομφαία δὲ ἡ ἀπὸ στόματος ἤτοι πρόσταγμα * * ὂν καὶ ἐνεργὲς καὶ τομώτερον πάσης ῥομφαίας διστόμου πρὸς τῷ φυσικῷ θανάτῳ καὶ τοῖς ᾅδου κολαστηρίοις ὑπετέθησαν.
σύνθετον φύσιν, μετὰ τὴν διάλυσιν ἀποκτανεῖν φησι. τοῦτο δὲ ἡ ἁπλῆ καὶ ἀσύνθετος οὐκ οἶδεν οὐδὲ μετὰ τὴν κατάκρισιν τῶν ἐθίμων ἐξίστασθαι, ἅτε συνουσιωμένων αὐτῇ τῶν πρὸς ἃ τὴν ῥοπὴν k ἔσχεν l·
ΚΙΝΗΣΙΣ n.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.