ΚΕΦ. Νς.
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε
τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον εἴρηκεν, Ἀλληλούϊα, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ εἰκοσιτέσσαρες καὶ τὰ τέσσαρα ζωὰ, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες, Ἀμὴν, Ἀλληλούϊα.
ὡς σωτηριωδῶς τῶν * ρηγμένων ὑποστήσαντος. εὐχαριστήριον τοίνυν m ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ δικαιοκρισίᾳ n τοῦ Θεοῦ, ὅτι ἀσπροσωπολήπτως ὑπεξῆλθε τῇ πόρνῃ τῇ μεγάλῃ. λέγει δὲ τοὺς ἐν τῷ κόσμῳ τούτῳ. ο τὸ γὰρ τὸν κόσμον νοεῖν μόνην τὴν ὁρωμένην κτίσιν, ἥλιον λέγω καὶ ἄστρα καὶ τὰ τούτοις ἑξῆς οὐ κατὰ σκοποῦ
βάλλοντός ἐστι· οἶδεν γὰρ ἡ γραφὴ καὶ διῃρημένως χρῆσθαι τῷ τοῦ κόσμου ὀνό[ματι] ὡς ὅταν λέγῃ, “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ “πλήρωμα αύτῆς.” ἐπεὶ οὑν καὶ τὸ πλήρωμα εἰς κόσμον λελόγισται καὶ μάλιστα τοῦτο τῇ πλημμελείᾳ, καὶ ἡ ἄψυχος οὐ δία * * νει μαστιζομέν * οὕτως ὁ αἶνος ἐπὶ * δικία ἐπιτελεῖ·
ἥτις συνέστη ἐπὶ * * νῇ οὐ τῇ ἀναισθή[τῳ], οὐ γὰρ ἃν ἥλιος ἣ ἄστρα νεύσει ἢ ἀὴρ ἢ γῆ τὸ πλήρωμα· καὶ ὅτι τοῦτο ἐχέγγυος ὅλως πι[στώσασθαι] τὴν διὰ τῆς πόρνης ἤτοι συστήματος καὶ τῇ γῆ· * * νον γενέσθαι τῆς διαφθορᾶς καὶ ἀνυπάρ ξεως] ἐν τῷ ἐκδικῆσαι διαθεῖναι τὸ αἷμα ἑ * * ρὸς αὐτῆς· πεπερασμένως εἰσήγαγε
ἐμπολιτευόμενον καλεῖν πόρνην, ἀλλὰ τὸν αἰσθητὸν κόσμον καὶ ἄψυχον.
καπνὸς δὲ ἀνέβη s, ἡ ἀποκειμένη τῆς τιμωρίας ἐλπὶς ἐξ 2 αἰῶνος ἀποκρεμαμένη τοῖς ἀξίως τῶν ἑαυτῶν πονηρῶν ἔργων ληψομένοις τὴν ἀμοιβήν t.
καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. εἴρηται δὲ καὶ τίς ὁ καπνὸς, ὅτι ἡ ἀπαράβατος πρὸ τοῦ ἀπ’ αἰῶνος καὶ εἰς ἀῶνα ἀτελευτήτου πυρός· οὗ ἐκ παραλλήλου καὶ ἡ τοῦ Ἀλληλούϊα δοξολογία ἀτελεύτητος τῷ ἀμὴν ἐπισφραγιζομένη, ὃ τὸ ἀληθὲς εἰς Ελλάδα γλῶσσαν μεταφερόμενον ἐμφανίζει, ἣ τὸ πρὸς τέλος
ἀφῖχθαι, ᾔτουν γενέσεως ἤδη δεδράχθαι· καὶ τί γὰρ ἄλλο τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἔσται μετεγγισθείσης;
καὶ πρὸς ἀγγελικὴν κατάστασιν μεταταξαμένων.
ὁ αὐτὸς Ἡσαΐας ἐξέφηνεν, ἐν τῷ τὸν θρόνον εἰπεῖν τὸ Σεραφεὶμ καὶ τὸ τρισάγιον Δ y κραυγὴν διάλληλον ἀναφωνεῖν εἰρηκὼς· τοῖς δούλοις δὲ πρὸς τῶν Σεραφεὶμ ἀνατίθεται ὁ αἷνος καὶ τοῖς Φοβουμένοις. οὐχ ὅτι ταῦτα οὐ δοῦλοι οἱ ἐκ προστάγματος τὸ εἶναι λαβόντες, ὡς Δαβίδ φησιν, “ὅτι αὑτὸς εἶπεν καὶ ἐγενήθησαν,”
καὶ “ὅτι τὰ σύμπαντα δοῦλα σά, ἀλλὰ τὰ Σεραφεὶμ ἀΰλον κτίσιν συμπληροῦντα τῇ ἐνύλῳ ταύτῃ κελεύειν ἐκ προκοπῆς τὸ εἰς δουλεί[αν τε]τυχηκότας. διὸ ὁ προκαταρκτικὸς φόβῳ ἐστοιχειῶσε καὶ τὸ μικροὶ καὶ μεγάλοι ἀπολαχεῖν κατὰ μέτρον τῆς περιφόβου φιλοπονίας.
μένοι αὐτὸν οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντας Ἀλληλούϊα, ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.
ἄρα καὶ ἀπὸ τῶν Σεραφίμ. ἢ εἰ καὶ μὴ τὸν θρόνον τις ἐθέλοι νοεῖν τὰ Σεραφὶμ, ἀλλὰ καὶ οὕτως z ἀπὸ τῶν Σεραφὶμ ὁ αἶνος. μετὰ τὸ τρισσὸν δὲ Ἀλληλούϊα, καὶ πάλιν Ἁλληλούϊα, ὡς καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ τὰ Σεραφεὶμ καὶ τρὶς εἰπόντα “ὁ “ ἅγιος,” εἰς μίαν συνέκλεισαν κυριότητα τὴν τρισσὴν ὁμολόγησαν
σημαίνοντα· οἷα μὲν ταῖς ἰδιότησι, ᾔτουν ὑποστάσεσι ἢ] προσώποις, ἓν δὲ οὐσίᾳ· οὕτω κἀνταῦθα τρὶς τὸ Ἀλληλούϊα φθεγξάμεναι αἱ οὐρανίαι δυνάμεις, καθεκάστην τῶν τριῶν ὑποστάσεων τὸ σέβας ἀνατεθηκθῖαι, νῦν ἓν τῇ ἁγίᾳ τριάδι τὸ Ἀλληλουΐα προσᾴδουσι, παραδηλοῦσαι ὅτι ἐν μοναδικῇ οὐσίᾳ καὶ θεότητι
ἡ ἁγία καὶ πανύμνητος ὑπάρχει τριάς.
ἡμέτερα ἅπαντα οἰκειώσατο· διὸ καὶ ὡς ὁ θεῖος Παῦλός φησι, τὸ “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,” ἰδιοποιήσασθαι οὐκ ἀπηξίωσε κρεμασθεὶς ἐπὶ ξύλου σταύρου· οὕτως καὶ τὸ τῶν ἐθνῶν ἀνυπότακτον οἰκειούμενος ἕως ὁ πολυσχιδὴς οὗτος συνίσταται κόσμος δοκεῖ τὸ πρὸς τὸν Πατέρα φέρειν ἀνυπότακτον· ἐπειδὰν δὲ
τὸ διάφορον τοῦ νῦν κυκεῶνος συντελεσθὲν τὸ θεῖον θέλημα σω- 4 τηρι * ἐκλάμψῃ, κατὰ τὴν ἀποκειμένην τοῦ Κυρίου παρουσίαν δευτέραν· τότε ἅτε διὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ἐνεργῆ τὴν ἐπιφοίτησιν τοῦ θείου δεξαμένης θελήματος, καὶ τοῦ δοκοῦντος δι’ ἐμὲ ἀνυποτάκτου τῷ Υἱῷ ἐν ὑποπτώσει τῷ Πατρὶ νομισθείη· διὸ καὶ ἡ χαρὰ καὶ τὸ ἀγαλλίαμα ταῖς ὑπερκοσμίοις συσταίη δυνάμεσιν·
αἳ καὶ εἰ ἐπὶ ἑνὶ ἁμαρτωλοῦ χαίρουσι σωτηρίᾳ, πόσῳ μᾶλλον ἐπὶ παγκοσμίῳ δικαιοδοσίᾳ; καὶ ἵνα παραστήσῃ τὸ τῆς πρὸς τοὺς σωζομένους ἀνακράσεως τοῦ Θεοῦ, γάμῳ παραβάλλει, καθὸ καὶ εἴρηται, “καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸν γάμον δὲ τῷ ἀρνίῳ ἀφορίζει, καθότι καὶ αὐτὸς ὑπὲρ ἡμῶν ὡς ἀμνὸς ἤχθη
εἰς θάνατον. διὸ καὶ τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἀπ’ Αἰγύπτου πρὸς τὴν ἐπηγγελμένην διάβασιν γῆς ὑπόμνησιν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα, ἀρνίου θυσίαν προσέταξεν· ἐκεῖνο ὑπογράφων ὡς καὶ αὐτὸς κατὰ τὸ Πάσχα τὸ τυπικὸν σφαγιασθεὶς τὴν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἡμῶν ὑποβάλλεται μετάβασιν.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.