ΚΕΦ. ΝΕ.
τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην. καὶ ἡ γῆ ἐφωτίσθη
ἐκ τῆς δόξης αὐτοῦ, καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων, ἔ Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς
πορνείας αὐτῆς πεπώκασι πάντα τὰ ἔθνη. καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε
ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ
λάβητε, ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ. καὶ ἐμνημόνευσε ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον σέλας ὑπερνικῶν ἔστι νοεῖν μετὰ τὸ παρελθεῖν τὰ ἀμαυρὰ τοῦ φθαρτοῦ κόσμου παρρησιαζόμενον. Μεγάλην φησὶ τὴν τοῦ φωστῆρος εἶναι ἐξουσίαν, καὶ φωτίζειν τὴν περίγειον ἐκ τῆς δόξης αὐτοῦ. παραβαλλόμενα γὰρ τὰ οὐράνια καὶ ἄφθαρτα τοῖς γηΐνοις καὶ φθαρτοῖς, ὅσον τὸ ὑπερβάλλον
τῆς δόξης παρίστησιν· ἰσχυρὰν δὲ τὴν φωνήν ἐμπεδοῖ τὸ ἔμπρακτον ἐμφαίνων τῶν δηλουμένων καὶ ἀπαράβατον. καὶ τί τοῦτο; “ἔπεσε Βαβυλὼν ἡ μεγάλη,” Βαβυλῶνα τὴν διέξοδον τοῦ φθαρτοῦ τούτου βίου λέγων.
μεμισημενου.
πρόσεστι δυνάμει, ἀλλ’ ἐνεργείᾳ.
ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτὴ διπλοῦν. ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ
βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὑτῆς λέγει, ὅτι κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμὶ, καὶ πένθος
οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός. καὶ ἐν πυρὶ κατακαυθήσεται. ὅτι ἰσχυρὸς Κύριος ὁ κρίνων αὐτήν.
ὥστε καὶ αὐτοὺς κᾂν εἰ θεομιμήτως προείλοντο ζῆν, ἀλλ’ οὖν διὰ τὸ ὑπερβάλλον τῶν κακώσεων ἐκνικηθῆναι ταῦτα προφέρειν. εἰρήκαμεν δὲ γυναῖκα τὸν ἐπὶ τοῦ Ἀντιχρίστου καιρὸν, οὐ πόλιν τινὰ σημαίνειν. καὶ ποτήριον δὲ τὴν προαίρεσιν τῶν ἐμπολιτευομένων τῷ τότε βίῳ, οἳ τῇ δυναστείᾳ τοῦ Σατανᾶ γαυριῶντες, ἀμέτρῳ τῆ τῶν δεινῶν εὐθηνίᾳ, κατὰ τῶν ἀντικειμένων κατεχρήσαντο. καθὼς οὖν ἐποίησεν, ἀποδοθήτω αὐτὴ.
νῦν διπλάσια καὶ ἑπταπλάσια φησὶν ἐκδικεῖν; εἰ οὖν τὸ διπλοῦν καὶ ἑπταπλάσιον, οὐ τὸ κατ’ ἀξίαν σημαίνειν ὑποληπτέον, ἀλλὰ τὸ μετριώτερον, ἴσως ἄτοπον οὐδέν.
βίου, πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος, οὕτως ἀπόδοτε αὐτῇ. λέγει γὰρ, οὐκ ἔσομαι τοῦ βασιλεύειν ἐστερημένη.
συμβήσεται. μετὰ γὰρ τὸ ἐγκρατεῖς αὐτῆς γενέσθαι τοὺς ἐχθροὺς, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν κόλασιν ἐπαγαγεῖν τοῖς ἡττηθεῖσι t, καὶ πολυειδεῖς θανάτου τρόπους· δυνατοῦ ὄντος τοῦ Κυρίου, ὥσπερ τοῖς εὐαρεστοῦσιν αὐτῷ τὰ θυμήρη προσνέμειν, οὕτω καὶ κολάζειν ἀνεπιστρόφως ἐξαμαρτάνοντας. u καὶ οἱ μὲν πρὸς Ῥώμην τὴν
παλαιὰν ἐναρμόζοντες τὴν θεωρίαν οὕτως· ἐπιτευκτικώτερον δὲ τῷ κόσμῳ τούτῳ συμβιβάζειν αὐτὰ πρόδρομα ἐσόμενα τὰς ἡμέρας 1 τοῦ Ἀντιχρίστου, τῆς ἐσχάτης αὐτοῦ συντελείας, καθ’ ἣν καὶ μόνος Κύριος τῇ ἀπερινοη * τοῦ δυναστεία ἰσχύρως ἐπεξιέναι καὶ δαίμοσι τοῖς κατὰ βασιλικὴν ἐξουσίαν ἐνυβρίσαι ἐνεστῶτι αἰῶνι, καὶ ἀνθρώποις ἀκρατῶς ἐνασελγαίνουσιν αὐτῷ κατὰ βασιλικὴν ἀκρότητα καὶ ἄσχετον σπατάλην κὴν ὐπερτεινουσ[ιν] εὐφρο-
συνην.
ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ
αὐτῆς, λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρὰ, ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ’ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει ἔτι. οὐκ ἔτι
γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου,
καὶ βυσσίνου, καὶ πορφυροῦ, καὶ σηρικοῦ, καὶ κοκκίνου. καὶ πᾶν ξύλον θύινον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ
χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου. καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μῦρον, καὶ λίβανον, καὶ ἔλαιον, καὶ
οἶνον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, καὶ κτήνη, καὶ ἵππων καὶ ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκ ἔτι οὐ μὴ εὕρῃς αὐτά.
καὶ αὐτοὶ οἱ ἐξοιστρήσαντες τοὺς ἀνθρώπους ἐπὶ τὰ ἀσχήμονα 2 κοινωνοὶ καὶ τῶν διὰ ταῦτα τιμωριῶν γενόμενοι, πῶς ἐλεύθεροι τούτων εἰσάγονται θρῆνον συνείροντες; ἐροῦμεν ὡς οὐδὲν ἄπορον μετόχους ὄντας βασάνων τινὰς προεγνωκότας ὅποι προάγει τὰ συνεργούμενα τῶν ἀγνοούντων προληπτικῶς ὀλοφύρεσθαι. τὸ δὲ οὐαὶ y, θρηνῶδες ἐστὶν ἐπίφθεγμα, εἰωθὸς ἐπὶ συμφοραῖς ἐνεργουμέναις
ἐκφωνεῖσθαι z. διὸ καὶ νῦν μάλιστα τῷ παγκοσμίῳ καὶ ἀθρόῳ συμπτώματι μετακεχείρισται a. ἰσχυρὰν δὲ πόλιν αὐτήν φησιν, ὡς ἐξ ἀπείρου σχεδὸν χρόνου τὸ εἶναι διαλαβοῦσαν εἰς ἀδιάρρηκτον σύνδεσμον καὶ οὔποτε ἐλπισθέντα διαλυθῆναι.
τινὸς μιᾶς πόλεως, ἀλλὰ τοῦ σύμπαντος c τούτου φθαρτοῦ κόσμου, καθ’ ὃν οἱ τὰ πρόσκαιρα ἐμπορευόμενοι κλαυθμῷ καὶ πένθει ἁλώσονται, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει d. γόμον δὲ τὰ ἐπιτηδεύματα λέγει, περὶ ἃ εἰώθασιν οἱ ἄνθρωποι κατατρίβεσθαι. e λυθέντος γὰρ τοῦδε τοῦ αἰσθητοῦ συγκρίματος ἐν δικαίοις καὶ
ἀδίκοις τὸ διαπονεῖσθαι ὑπῆρξε πρὸς ἐπηρείαν βελτιόνων καὶ χειρόνων· βελτιόνων μὲν τῶν βελτίστων· χειρόνων δὲ τῶν χειρίστων. ἐξ ἑκατέρων τούτων τῶν ἐμ]πόρων πένθος ἐνστῆναι φησιν, τῶν μὲν βελτίστων, ὅτι μὴ ἐπιπλέον τὸ γυμνάσιον πρού** εἰς μείζονος ἀντίδοσιν ἀγαθῆς ἐργασίας καὶ ἀμοιβήν· τῶν δὲ χειρίστων,
ὅτι παρέστη ἄθροον ἡ καταξίαν τῶν ἀτόπων αὐτοῖς πράξεων ἀνταμοιβή.
τὸ ἔμπρακτον ἀποφέρεται, οὐκ ἀπεικὸς τὸ πένθος ἐπεισιέναι. 3 g εἰς χρυσὸν μὲν καὶ ἄργυρον ἐκεῖνα τῶν ἐπιτηδευμάτων ἀφομοιούμενα, ἃ τῷ διαιωνίζοντι πυρὶ, εἰ ἀνάλωτα διατηρηθείη, σκοπεῖται· εἰς λίθους δὲ τιμίους, ὅσα τὸ λαμπρὸν *υροῦσθαι δυστυχεῖ τῷ μὴ καθαρεύειν ἐπιδεικτικῆς ἀχρηστίας· εἰς μαργαρίτας δὲ, ὧν καὶ λαμπρὸν μετὰ τοῦ εἶναι εἰς ἀνυπαρξίαν χωρεῖ. πορφύρα δὲ καὶ
βύσσος καὶ Σηρῶν νήματα κόκ]κῳ δεδευμένα καὶ κόχλῳ ἐκεῖνα τῶν ἐπιτηδευμάτων αἰνίττεσθαι, ὅσα τῷ εὐτελεῖ * κοῦντι τῆς κτήσεως τὸ μακάριον οἶδεν περιποιεῖν. εἰς ξύλον δὲ θύϊνον καὶ ἐλέφαν[τα] τούτων ἀναφερομένων, ὧν δυσπόρητος μὲν ἡ εὐπορία, φέρουσα δὲ κλέος τῶν κεκτημένων.
ἀνέδραμεν, οὐκ αὐτῷ μέλον Ἑλληνικῆς εὐρυθμίας τῷ εἰς τὴν ὠφέλειαν δηλώσεως ἀσχολουμένῳ, οὐ περὶ τὸ εὔ[ρυθ].μον τοῦ ἤχου θορυ[βου]μένου· τὸ μὲν γὰρ ἀναγκαῖον, τὸ δὲ πέριττον. h τιμίαις δὲ ὕλαις ταῖς ἐν τῷ κόσμῳ, τοὺς ἐμβιοῦντας αὐτῷ ἐξομοιοῖ, ἀργύρῳ μὲν καὶ χρυσῷ, τοὺς διαρκεῖ τῇ καρτερίᾳ τοὺς πειρασμοὺς
ὑποφέροντας τοῦ βίου, καὶ αὑτοὺς εἰς πῦρ εἰωθότας δαπανᾷν, εἰ καὶ κρειττόνων ἐλπίδι ἐναθλοῦντες τὸ ἀλώβητον ἔχουσι. τοιοῦτο γὰρ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος πρὸς τὸ ἔνυλον ἀποφαίνονται πῦρ. λίθῳ δὲ τιμίῳ καὶ μαργαρίταις, τοὺς ἐπιδεικτικῶς τῆ κατ’ ἀρετὴν κτήσει ἀποχρωμένους, οἳ τῇ τῶν περιστάσεων ἐφόδῳ τὸ
λαμπρὸν ἀπημβλύνθησαν. βύσσῳ δὲ καὶ πορφύρᾳ καὶ τοῖς ἀπὸ Σηρῶν νήμασι, τοὺς ἐπὶ Χριστῷ τῷ ἄνθει τῶν ἐπαινουμένων καλλυνομένους. ξυλίνοις δὲ σκεύεσι καὶ τοῖς ἐκ ξύλου τοῦ τιμιωτάτου θυΐνου καὶ ἐλέφαντος καὶ κιναμώμου, τοὺς ἀποξενωμένῃ τῇ τοῦ βίου ἀσκήσει καὶ τοῖς πολλοῖς ἀνεπιφάντῳ χρησαμένους, φανερωθέντος
δὲ τοῦ ἡδίστου ἀτμοῦ τῶν κατορθωμάτων, εὐφροσύνην οὐδ ὅσην εἰπεῖν καταλαβόντας πνευματικὴν, μετὰ τοῦ μηδὲ πυρὶ φθόνου ἁλῶναι οἵους τε εἶναι, ὡς οὐδὲ πυρὶ τῷ ἐνύλῳ κινάμωμον. 4 χαλκῷ δὲ καὶ σιδήρῳ καὶ μαρμάρῳ, τοὺς χρυσοειδεῖς μὲν, νόθῳ δὲ χρωμένους τῷ πλούτῳ, ὡς καὶ σίδηρος τὸ στιλπνὸν, καὶ μάρμαρον τὸ στερρὸν, ὧν ἁπάντων τὸ πῦρ δοκιμαστικόν. καὶ οὕτω μὲν τὰ διὰ πυρὸς τὸ δοκίμιον παρεχόμενα. ἐλαίῳ δὲ καὶ οἴνῳ καὶ σεμιδάλει καὶ σίτῳ, τοὺς ἐν ἱλαρότητι καὶ εὔφρονι καταστήματι
ψυχῆς τὸ τοῦ βίου πέλαγος διανηχομένους, οὐδὲν προσποιουμένους τῆς τῶν κακεντρεχῶν πολυπραγμοσύνης, ἄντε καὶ πολυτελεστέρα περιτυγχάνοιεν διαί[τᾳ] ἄντε καὶ χυδαιοτέρᾳ i. προβάτοις δὲ καὶ κτήνεσι παραβληθεῖεν οἱ τῷ τοῦ Θεοῦ ἀπειροπληθεῖ ἐλέῳ, ᾗ φησιν ὁ Δαβὶδ, σωζόμενοι. ἵπποις δὲ καὶ τοῖς διὰ τούτων ὀχήμασι k,
ἃ ἡ παλαιὰ μὲν φωνὴ ἀγγάρους, ἡ δὲ τῶν Ἑλλήνων δημοσίους ἱπποστάθμους, ἡ δὲ τῶν Ῥωμαίων ῥαίδη, ἀφ’ οὗ καὶ τὸ ῥαιδάριος l τέτριπται, διὸ κἀνταῦθα τὸ ῥαιδῶν παρείληπται, ἐκείνους δηλοῦν βούλεται, οἳ τὴν ὁδὸν τῶν ἐντολῶν σου δραμόντες πρακτικῶς ᾀσματίζουσιν m.
ὧν ἡ ὕπαρξις τοῖς σκεύεσι· τουτέστιν ἡ φυσικὴ τούτων ότης. ἤτοι τῷ περισπουδάστῳ κατηρτισμένη, ἢ τῷ ἀπεναντίας ὀλιγωρουμενη, η κα παντάπασιν αποστυγουμενη, ὡς χρυσὸς, ἄργυρος χαλκὸς, σίδηρος. χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἀνθρώποις περι- σπούδαστα, ὡσαύτως καὶ κιννάμωμον καὶ θυμίαμα καὶ λίβανον
καὶ ἔλαιον καὶ οἶνος καὶ σεμίδαλις καὶ σῖτος. χαλκὸς δὲ καὶ σίδηρος καὶ μάρμαρον καὶ ἥττω τούτων ζηλωτὰ· πρόβατα δὲ καὶ κτήνη ὀλίγοις πρὸς κτῆσιν πεφρόντισται.
τὸ εἶναι λαμπρὰ ἐκληρώσατο. ὡσαύτως καὶ ὅσα εὐώδεσιν ἀτμοῖς τοῖς σωζομένοις καὶ ἀπολλυμένοις, ὡς καὶ Παύλῳ τῷ θείω δοκεῖ, 5 τὸ πρόσφορον ἀπονέμει. πρὸς τούτοις καὶ τὰ πρὸς ἔλαιον ἱλα- ρότητι, καὶ πρὸς οἷον τῇ εὐφροσύνῃ, καὶ σεμιδάλει καὶ σίτῳ ἀπεικαζομένοις, πολυτελεστέρῳ τὸ ζῆν καὶ κοινωτέρῳ κατὰ ἀρετὴν ἐκπορίζουσι, καὶ τοῖς προβατωδῶς καὶ κτηνωδῶς σωτήρια μετιοῦσι· περὶ ὧν καὶ εἴρηται τὸ “ ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε.”
ἵπποις δὲ καὶ τοῖς διὰ τῶν ἵππων ῥαίδοις συντελουμένοις. σημαίνει δὲ τὸ ῥαίδων τὰ ὀχήματα Ῥωμαικῇ λέξει. γλώσσῃ ῥαιδιοὺμ γὰρ οὗτοι τὸ ὄχημά φασι. οὗ ἡ πληθυντικὴ γενικὴ κατὰ συγκοπὴν ῥαίδων γέγονεν. ἵπποις τοίνυν καὶ ῥαίδοις ἀναφέρει τούτους, οἱ τῷ πλατυσμῷ τῶν τοῦ Θεοῦ ἐντολῶν, οἱονεὶ τῷ ἀστενοχωρήτῳ καὶ τῇ
λειότητι τοῖς ἀπὸ Θεοῦ ῥοπῆς τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐντυπουμένοις· δι’ ὧν ἵππων ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ὁδὸς ἐξανύεται. διὰ δὲ τὸ προσθεῖναι σώματα καὶ ψυχὰς ἀνθρώπων τὴν ἐνάργειαν παρεχομένου ἐστὶ τοῦ μὴ πρὸς μίαν πόλιν καὶ ταῦτα ἀφορίζεσθαι, ἀλλὰ περὶ τὴν πᾶσαν κτίσιν ἐν τῇ μετασκευάσει τῆς ἀπὸ τῆς φθορᾶς
εἰς ἀφθαρσίαν αὐτῆς ἐσομένης.
ἧττον p, οὐδεὶς ἀντείποι μὴ συμβῆναι, κατὰ δὲ τὸ εἰς ἅπαν, οὔ. ὥστε ἐκ περιουσίας ἀναιρεῖται ὁ πρὸς μίαν πόλιν συμβαίνειν βουλόμενος προκείμενον ἄλογος· ὁ δὲ πρὸς πᾶσαν τὴν κτίσιν ἀφορῶν τὸ κράτος ἀποφέρεται.
αὐτῆς κλαίοντες, καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ
τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος
πλοῦτος. καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν
ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἔον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, τίς
ὁμοία τῇ πόλει τῆ μεγάλη; καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἐν ἧ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς. ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
τοῖς κακούργοις τῶν δούλων. καὶ τοὺς εὐ[σχή]μονας καὶ εὐαρέσ[τους] πτοίᾳ συνεχομένους. μακρόθεν δὲ στῆναι τοὺς Ἀγγέλους καὶ δαίμονας· τὸ μηδὲν ὄν]των ὡς ἄνθρωποι φύσιν μὴ χωρῆσαι πρὸς συνδρομὴν ἀνθρώποις πά]ρεσχον γνωμικῇ προσθέσει πρὸς τὸ ἑκατέροις καταθύμιον ἀφορμῆσαι. τὸν φόβον δὲ τοῖς δαίμοσιν
ἡ κοινωνία τῶν ἁμαρτωλῶν τῆς τιμωρίας ἐμποιήσει. ἣν ὑποσχεῖν ἡ τοῦ κριτοῦ ἀπόφασις ἐνδίκως καὶ τῷ τῆς τῶν ἁμαρτωλῶν ἐπιστασίας.
μέγεθος ὑπογράφων τῆς συμφορᾶς. καὶ οὐ μόνον τῷ πλούτῳ παριστᾷ καὶ τῇ τούτου ἀπωλείᾳ τὸ πένθος, ἀλλὰ καὶ τῷ τάχει τῆς διαφθορᾶς, τὸν ἐξ αἰῶνος πλοῦτον ἡμέρας βραχείας τῷ q διαστήματι ἀπολωλεκυίαν r. ἡ γὰρ τοῦ Κυρίου δευτέρα παρουσία, ὡς ἀστραπῆς ἐπελεύσεται τάχος, τὸν πολύμοχθον ἀφανίζουσα
βίον.
ἐπισυμβαινόντων πραγμάτων ἐπιφορὰς, αἱς ὡσπερεὶ πλοίοις ἄνθρωποι χρώμενοι, τὸ τῆς ἑαυτῶν ζωῆς διαπλέουσι πέλαγος. κυβερνήτας δὲ, τούτους λογιστέον, τοὺς ἀσφαλῶς τῷ βίῳ χρωμένους. ναύτας δὲ καὶ πλωτῆρας καὶ θαλήττης t ἐργάτας, οὓς καὶ θαλαττίους σοφός τις ἐρεῖ, τοὺς περὶ τὰ τοῦ πολυκύμονος τοῦδε τοῦ
κόσμου κεκμηκότας ἀνθρώπους, οἳ πάντες τὸ ἀπαραλόγιστον καὶ πάντως ἐσόμενον τοῦ βίου τούτου τέλος ἐννοηθέντες, καὶ πρὶν ἐπιστῇ, ἐφυλάξαντο u. τοῦτο γὰρ τὸ μακρόθεν ἑστάναι παρέχει νοεῖν. καὶ ὅτι τοῖς ἀτόποις ἐπιτηδεύμασι τῶν ἐνθαλαττευόντων ἀπαραιτήτως v πρὸς τοῦ δικαίου δημιουργοῦ, “ὃς ἔπλασεν ἐπὶ ἔργοις
“ ἡμᾶς ἀγαθοῖς, ἡμεῖς δὲ ἐζητήσαμεν λόγους πονηρίας, ᾗ φησιν ὁ Ἐκκλησιάστης Σολομῶν· ἀπαραιτήτως τοιγαροῦν ἐπακολουθήσει ἡ τιμωρία x, ὥσπερ καπνῷ τὸ πῦρ, διὸ καὶ καπνῷ παρείκασε τὴν προσδοκίαν, δηλοῖ ὁ σωτὴρ αὐτὸς, λέγων, “ ὥσπέρ,” φησιν, “ ἡ “ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν,
“ οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.” πυρὶ δὲ τὸ 7 ἐξεταστικὸν πρὸς ἀκρίβειαν τῶν πεπραγμένων ἀφωμοίωται z. εἰκότως δὲ καὶ καταπληκτικὸν οὗτοι κεκράξονται, καὶ τὰ ἀκόλουθα τῶν θρηνῳδούντων ὑποστήσονται, χοῦν καταχεάμενοι τῶν κεφαλῶν, καὶ εἴτι ἄλλο τοῖς θρηνῳδοῦσιν ἀκόλουθον, ἐκτελοῦντες.
ἐπὶ Βυζαντίῳ τῆς Κωνσταντίνου ἐπώνυμον.
πλουτεῖ, εἰ μὴ μόνος οὗτος ὁ κόσμος. ἀλληγορικῶς γὰρ πλουτεῖ τὸν τῷ ὄντι πλοῦτον διαψύχων ἀνθρώπων, οἳ καθάπερ διὰ πλοίων ἀμετόχως ἁλμυρᾶς ἐπικλύσεως τὸν κοσμικὸν σάλον διανέοντες, ἀνενδεῆ ταύτην τὴν ῥηθεῖσαν πόλιν τὸν κόσμον a κατεστήσαντο τῆς ἀπὸ τῶν ἐντίμων ἐμπορίας. διὸ καὶ ὡς χωρίον ὑπάρχουσαν, καὶ
ἔδαφος σωτηρίας, ἀφ’ οὗ καὶ ἀμοιβὰς εὕροντο τῶν πόνων, θρῆνον συνεκρότησαν θεασάμενοι ἀφανισμῷ παραπεμφθεῖσαν.
κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ᾖρεν εἷς ἄγγελος ἰσχυρὸς
λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη
πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ
ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,
καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ 8 νυμφίου καὶ νύμφης, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ
φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
ἐν Ἀποστόλοις, ὅσου ἐν ὁσίοις, ἐν ἱεράρχαις, καὶ εἴτι λοιπὸν σύστημα τῶν εὐαρεστησάντων Θεῷ, χαρᾶς ἀλήκτου, τὸ ἀπὸ τοῦδε μετάσχοιεν d, ἀκόπου καὶ ἀπραγματεύτου ζωῆς ἠξιωμένοι, πρὸς τοῦ κατ’ ἀξίαν εἰδότος κρῖναι e, τουτέστι βραβεύειν τῶν πόνων τὰ ἔπαθλα. εἰ δέ τι δεῖ καὶ παραδοξότερον ἐρεῖν, οὐδὲ τοῖς
ἀστοχοῦσι διὰ πλημμελείας θείων βραβείων ἀποθύμιος ἡ τοῦ παρόντος κόσμου συντέλεια, λυθέντος χωρίου, ἐν ᾧ ἀνομίαν ἐπ’ ἀνομίᾳ προστιθέναι ἀφρό[νες] ἐδυστύχουν. ἀφ’ οὗ καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης διήμαρτον.
συντέλειαν. διὸ πρὸς ταῖς εἰρημέναις καὶ ταύτην συνεπιφέρει f, μύλῳ g ἀπεικάζων αὐτὸν καταδύνοντι ὁρμήματι εἰς ὑγρὰν οὐσίαν. οὕτω δέ φησι τὸν τοιοῦτον καταδύνειν ἀθρόον, ὡς μηκέτι λείψανον αὐτοῦ ἐνορᾶσθαι· καὶ τὸν αὐτὸν τρόπον, καὶ τοῦτον εἰς παντελῆ ἀδηλίαν χωρῆσαι. καὶ ἵνα τοῦτο ἐκδηλότερον ᾖ, προστίθησι καὶ
τὰ ἐν αὐτῷ ἐξ αἰῶνος ἐμπολιτευθέντα τρυφῆς παραίτια καὶ ἀσωτίας ὄχλον ἀναιρεθίζοντα.
ἣ τυραννικῇ βίᾳ ἀφανιζομένους i, ἀφ’ ἧς καὶ αἵματα τῶν ἀνακειμένων Θεῷ χειμάρρου δίκην ἐχέθη, ὑπὸ μὲν k Ἰουδαίων, προφητῶν, ὑπὸ δὲ Ἑλλήνων, τῶν ἁγίων μαρτύρων ἀπὸ Ἄβελ καὶ μέχρι συντελείας τοῦ κόσμου.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.