ΚΕΦ. ΛΘ.
Σιῶν, καὶ μετ’ αὐτοῦ ἀριθμὸς ρμδ΄ χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ὄνομα του πατρὸς αὐτοῦ γεγραμμένον
ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης. καὶ ἡ φωνὴ ἢν ἤκουσα, ὡς κιθαρῳδῶν
κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων. καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ρμδ΄ χιλιάδες οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
καὶ ὁ ναὸς δὲ ἐνέπρηστο, ἁλούσης τῆς πόλεως ὑπὸ Τίτου τοῦ υἱοῦ Οὐεσπασιανοῦ· οὐκ ἐπὶ τῆς παλαιᾶς οὖν Σιῶν ἀλλ’ ἐπὶ τῆς νέας, ἥτις ἐστὶ πόλις Θεοῦ ζῶντος, ἧς νῦν δείκνυται ἐπιβεβηκὸς τὸ ἀρνίον τὴν ἐπ’ ἐσχάτων ἐπιστροφὴν, παραδηλούσης τῆς ὀπτασίας τοῦ Ἰσραήλ l. ἣν καὶ Παῦλος ὁ θεῖος ἠνίξατο m δι’ ὧν φησιν,
“ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, “ οἰκειωθεὶς τῷ Χριστῷ.” τοῦτο γὰρ αὐτοὺς καὶ Ἡσαΐας εὐηγγελίσατο διὰ τοῦ, “ ἰδοὺ ἥξει ἕνεκεν Σιῶν ὀρυόμενος, καὶ ἀποστρέψει “ ἀσεβείας ἀπὸ Ἰακὼβ εἶπεν Κύριος.”
αὐτὸν εἰρηκέναι, τῆς ἐν ἑκάστῳ χάριτος τοῦ θείου σπόρου καὶ Ἀποστολικοῦ δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης, τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, οἱς καὶ παρθενίαν κατωρθωκέναι προσμαρτυρεῖ, ὅση σαρκὸς, ὅση ψυχῆς· ὃ σπάνιον παρ’ Ἑβραίοις. τὸ δὲ ἔχειν τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ γεγραμμένον
καὶ τοῦ Υἱοῦ m ἐπὶ τῷ μετώπῳ αὐτῶν ἐγγεγράφθαι, δηλοῖ, ὡς τῷ θείῳ φωτὶ τοῦ προσώπου αὐτοῦ τοῦ θείου σφραγίζονται, δι’ οὗ τοῖς ἀντιμίμοις ἐπὶ τούτου ὀλεθρίοις δαίμοσι φοβεροὶ γίνονται.
παρὰ τοῖς πάλαι· ἅτε τοῦτο δεικνύσης τοὺς τεκόντας ὅπερ ἐκεῖνοι τοὺς φύσαντας τὸν κοινὸν ἔρανον τῇ φύσει ἀντεισάγοντες. ταύτης τῆς συμφωνίας τῶν ἁγίων ἀπηχουμένης, ἣν τῇ νεκρώσει τοῦ σώματος καὶ τῶν τούτου ἐπιθυμιῶν κατορθοῦν ἐξεγένετο, οὐδενὶ τὸ μαθεῖν ἑτέρῳ περιελέλειπτο πλὴν αὐτῶν. διότι τῷ μέτρῳ τῆς
πολιτείας καὶ ἡ γνῶσις συμπαρεκτείνεται, καθάπερ καὶ τοῖς τῶν ἀνθρώπων δούλοις ἀναλόγως τῇ δουλείᾳ καὶ ἡ τῶν μυστικῶν φανέρωσις γίνεται. ἐγὼ δὲ οἶμαι, ὅτι ο οὐδὲ ἀκοῦσαί τις δύναται τὰ τῆς καινῆς p ᾠδῆς μυστήρια, εἰ μὴ οἱ τοῦ ᾄδειν αὐτὰ ἠξιωμένοι. ἑκάστῳ γὰρ ἡ γνῶσις κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος.
οὐ γὰρ βάλλουσι τὸν τοῦ Κυρίου νέον οἶνον εἰς ἀσκοὺς παλαίους q· οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱμάτιον διεφθαρ- μένον r.
λέγων “ αἵματι τοῦ ἀσπίλου ἁμνοῦ, ὅς ἐστι Χριστός.” κἀκεῖνος μὲν οὕτως. ἡ δὲ προκειμένη θεωρία τοὺς ἠγορασμένους ἀπὸ τῆς γῆς, φησι, καὶ τίνος χάριν τῆς ἐνεγκαμένης ἡ δήλωσις· ἵνα καὶ τοῦ ὠνησαμένου τὸ φιλάγαθον παραστήσῃ, ὡς οὐ δι’ ἔνδειαν ἡ ὠνή· τίς γὰρ ἔνδεια γηίνων τῷ ἐπουρανίῳ; ἀλλ’ ἀγαθότητος ἔργον
καὶ φιλανθρωπίας καὶ τῶν ταπεινῶν, εἰ καὶ παραξίαν τῆς σωτηρίας. οὕτως ἀντεχομένου ὡς καὶ σπονδαῖς τοῦ ἑαυτοῦ αἵματος τὴν τιμὴν καταβαλεῖν. καὶ ταύτῃ μὲν τοῦ ὠνησαμένου. τίς δὲ ἡ τῶν ἠγορασμένων δήλωσις τῆς ἐνεγκαμένης; εἰς παράστασιν καὶ τούτων τῆς ἀγνωμοσύνη,, ὡς οὐκ ἀξίως τῆς κλήσεως διαγενομένων· ἣ γὰρ
ἃν παγκλήρως αὐτοῖς ἡ τῆς ᾠδῆς μάθησις ὑπῆρξεν, ἀλλ’ οὐκ ἀριθμῷ ὑποβαλλομένη.
ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος. ἄμωμοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ.
ἀλλ’ ἐπειδὴ καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, τούτους μετὰ τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους τῶν λοιπῶν εἶναι ἡγούμεθα προὔχοντας, διά τε τὴν παρθενίαν καὶ τὸ ἐν γλώσσῃ τε καὶ ἐν χερσὶν ἄμωμον· μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα, δι’ ἧς καὶ τὴν καινὴν ᾠδὴν διδάσκονται,
τοῖς πολλοῖς, οὐ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον.
θεῖον οἰκειώσεως, καὶ ἡ γνῶσις εὐπορηθήσεται, τῆς μερικῆς γνώσεως τῷ φθαρτῷ τούτῳ βίῳ συναποσβεσθείσης. καὶ ὅτι κἀκεῖ οὐ μία καὶ πᾶσιν ἰσότιμος ἡ δόξα, ἀλλὰ διαφόροις τοῖς κόποις ἐπιμετρουμένη τῆς ἀρετῆς ἀκούειν ἐστὶ τοῦ λέγοντος· “ἕκαστος “ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. καὶ τῷ Χριστῷ,
“ παρὰ τῷ Πατρί μου μοναὶ πολλαί εἰσι·” τοῦ πολλαὶ τὸ διάφορον εἰσηγουμένου· ἐκεῖνα γὰρ ὑποβάλλεται ἀριθμῷ, ὅσα κατά τι τὸ διάφορον πρὸς τὰ ἄλλα παρέχεται.
τὸ πρὸς ἀρετὴν διάφορον δηλοῦντος τῶν t τῆς μαθήσεως τῆς ᾠδῆς κατευτυχησάντων. οἱ μὲν γὰρ ἁπλότητι ψυχῆς καὶ ἀκακίᾳ περικροτούμενοι u, ἀκολουθεῖν τῷ ἀρνίῳ ἐπιτήδειοι γεγόνασιν. οἱ δὲ ἀνδρικώτερον διακείμενοι καὶ λελογισμένῃ διαθέσει περιστοιχούμενοι, τῷ ἀνδρωθέντι Χριστῷ ἀνδρικῶς x προσηνέχθησαν, πρός
τε τὰ πάθη, πρός τε τοὺς τυράννους τὸ νικητήριον ἀνελόμενοι κράτος. οἳ δὲ διὰ τὸ μιμήσασθαι, τοὺς μὲν τὴν ἀκακίαν Χριστοῦ τοῦ διδασκάλου, τοὺς δὲ τὸ ἀρνικὸν, πρὸς τὴν ὑπὲρ αὐτοῦ τοῦ διδασκάλου τοῦ ἰδίου αἵματος ἔκχυσιν, οὕτω τῆς ἀπ’ αὐτοῦ κτήσεως ἔτυχον. ἀλλ’ ἐρεῖ τις· εἰ ἐξ οἴων πόνων τῶν κατορθωσάντων
ἀντιμισθία ἡ ᾠδὴ, πῶς ἠγοράσθαι λέγονται; ἀκουσάτω οὖν ὡς οὐ μάτην ἡ ἀγορά· οὐ γὰρ ἄνευ θείας συναντιλήψεως ἀνθρώποις τὸ κατορθοῦν. ἀλλὰ τὸ μὲν ἐπανελέσθαι τῆς ἐξουσίας τοῦ ἐπαναιρουμένου· τὸ δὲ πρὸς πέρας ἀφικνεῖσθαι τοῦ συνεργοῦντος Θεοῦ. διὸ καὶ εἴρηται τὸ “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ
“ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.’’ ὡς οὖν τοῦ παντὸς ὄντος τοῦ κατορθώματος ἐκ Θεοῦ, εὐλόγως καὶ παρ’ αὐτοῦ ἡ καταβολὴ 4 τῆς ὠνῆς. ὥσπερ δὲ τῆς δόξης αἱ μοναὶ διάφοροι, οὕτω καὶ κολάσεως. διὸ καὶ εἴρηται τὸ “ ἕκαστον τὸν ἑαυτοῦ μισθὸν λήψεσθαι “κατὰ τον ἴδιον.”
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.